Epistle to the Hebrews
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
ἐν ᾧ
θελήματιἡγιασμένοι ἐσμὲν διὰ τῆς
προσφορᾶςτοῦ
σώματοςἸησοῦ Χριστοῦ ἐφάπαξ.
Καὶ πᾶς μὲν ἱερεὺς ἕστηκεν καθʼ ἡμέραν λειτουργῶν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας, αἵτινες οὐδέποτε δύνανται περιελεῖν ἁμαρτίας.
οὗτος δὲ μίαν ὑπὲρ ἁμαρτιῶν προσενέγκας θυσίαν εἰς τὸ διηνεκὲς
ἐκάθισεν ἐν δεξιᾷτοῦ θεοῦ,
τὸ λοιπὸν ἐκδεχόμενος
ἕως τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ,
μιᾷ γὰρ προσφορᾷ τετελείωκεν εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους.
Μαρτυρεῖ δὲ ἡμῖν καὶ τὸ πνεῦμα τὸ ἅγιον, μετὰ γὰρ τὸ εἰρηκέναι
πρὸς αὐτούς
- Αὕτη ἡ διαθήκη ἣν διαθήσομαι
- μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος,
- διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν,
- καὶ ἐπὶ τὴν διάνοιαν αὐτῶν ἐπιγράψω αὐτούς,—
Καὶ τῶν ἁμαρτιῶν αὐτῶνκαὶ
τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθησομαι ἔτι·
ὅπου δὲ ἄφεσις τούτων, οὐκέτι προσφορὰ περὶ ἁμαρτίας.