Epistle to the Hebrews

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, κατʼ ἐνιαυτὸν ταῖς αὐταῖς θυσίαις ἃς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύνανται τοὺς προσερχομένους τελειῶσαι·

ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι, διὰ τὸ μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιῶν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους;

ἀλλʼ ἐν αὐταῖς ἀνάμνησις ἁμαρτιῶν κατʼ ἐνι αυτόν,

ἀδύνατον γὰρ αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας.

Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει

475
  1. Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ
  2. κατηρτίσω μοι·

  1. ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας.

  1. τότε εἶπον Ἰδοὺ ἥκω, ἐν κεφαλίδι βιβλίου γέ-
  2. γραπται περὶ ἐμοῦ,
  3. τοῦ ποιῆσαι, ὁ θεός, τὸ θέλημά σου.

ἀνώτερον λέγων ὅτι

Θυσίας καὶ προσφορὰς
καὶ
ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας,
αἵτινες κατὰ νόμον προσφέρονται,