First Letter to Timothy

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς,

ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις·

εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, — ἀλήθειαν λέγω, οὐ ψεύδομαι, — διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.