First Letter to the Corinthians

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

παραζηλοῦμεν τὸν κύριον;
μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν; Πάντα ἔξεστιν· ἀλλʼ οὐ πάντα συμφέρει.

πάντα ἔξεστιν· ἀλλʼ οὐ πάντα οἰκοδομεῖ.

μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου.

Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν,

τοῦ κυρίου
γὰρ
ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.

εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·

ἐὰν δέ τις ὑμῖν εἴπῃ Τοῦτο ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε διʼ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν·