Letter to the Romans

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ θεὸς τὸν κόσμον;

εἰ δὲ ἡ ἀλήθεια τοῦ θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι,

καὶ μὴ καθὼς βλασφημούμεθα [καὶ] καθώς φασίν τινες ἡμᾶς λέγειν ὅτι Ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.

Τί οὖν; προεχόμεθα; οὐ πάντως, προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφʼ ἁμαρτίαν εἶναι,

καθὼς γέγραπται ὅτι

  1. Οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς,
  2. οὐκ ἔστιν συνίων,

  1. οὐκ ἔστιν ἐκζητῶν τὸν θεόν·

  1. πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν·
  2. οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.

  1. τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν,
  2. ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν,
  3. ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν,

  1. ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·

  1. ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,

  1. σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,

  1. καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.

  1. οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν
  2. ὀφθαλμῶν αὐτῶν.
356

Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ·

διότι ἐξ ἔργων νόμου

οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ,
διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.

νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,

δικαιοσύνη δὲ θεοῦ διὰ πίστεως [Ἰησοῦ] Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή.

πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ,

δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ·

ὃν προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων