Acts of the Apostles

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

καὶ

ἐμοσχοποίησαν
ἐν ταῖς ἡμέραις ἐκείναις καὶ
ἀνήγαγον θυσίαν
τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.

ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν

τῇ στρατιᾷ τοῦ οὐρανοῦ,
καθὼς γέγραπται ἐν Βίβλῳ τῶν προφητῶν
  • Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι
  • ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
  • καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ
  • καὶ τὸ ἄστρον τοῦ θεοῦ Ῥομφά,
  • τοὺς τύπους οὓς ἐποιήσατε
    προσκυνεῖν αὐτοῖς.
  • καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα
    Βαβυλῶνος.
  • 262

    Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο

    ὁ λαλῶν τῷ Μωυσῇ ποιῆσαι
    αὐτὴν
    κατὰ τὸν τύπον ὃν ἑωράκει,

    ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ

    ἐν
    τῇ
    κατασχέσει
    τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυείδ·

    ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο

    εὑρεῖν σκήνωμα τῷ
    θεῷ Ἰακώβ.

    Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.

    ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ· καθὼς ὁ προφήτης λέγει

    1. Ὁ οὐρανός μοι θρόνος,
    2. καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου·
    3. ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει Κύριος,
    4. ἢ τίς τόπος τῆς καταπαύσεώς μου;

    1. οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;

    Σκληροτράχηλοι
    καὶ
    ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν,
    ὑμεῖς ἀεὶ
    τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε,
    ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.

    τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε,

    οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.

    Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν.

    ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,

    καὶ εἶπεν Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.

    κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν,

    καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.

    καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου·

    θεὶς δὲ τὰ γόνατα

    263
    ἔκραξεν φωνῇ μεγάλῃ Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.