Acts of the Apostles

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,

καὶ

οὐκ ἔδωκεν
αὐτῷ κληρονομίαν ἐν αὐτῇ
οὐδὲ βῆμα ποδός,
καὶ ἐπηγγείλατο
δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν,
οὐκ ὄντος αὐτῷ τέκνου.

ἐλάλησεν δὲ οὕτως ὁ θεὸς ὅτι

ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·

καὶ τὸ ἔθνος ᾧ ἂν δουλεύσουσιν κρινῶ ἐγώ,
ὁ θεὸς εἶπεν,
καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ
τόπῳ
τούτῳ.

καὶ ἔδωκεν αὐτῷ

διαθήκην περιτομῆς·
καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ
περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ,
καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.

Καὶ οἱ πατριάρχαι

ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον·
καὶ
ἦν ὁ θεὸς μετʼ αὐτοῦ,

καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ

ἔδωκεν αὐτῷ χάριν
καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου,
καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ

ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν Αἴγυπτον
καὶ
Χαναὰν
καὶ θλίψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν·

ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτία εἰς Αἴγυπτον
ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·

καὶ ἐν τῷ δευτέρῳ

ἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ,
καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ.

ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν

ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,

κατέβη
260
δὲ Ἰακὼβ
[εἰς Αἴγυπτον]. καὶ ἐτελεύτησεν αὐτὸς καὶ
οἱ πατέρες ἡμῶν,

καὶ μετετέθησαν εἰς Συχὲμ
καὶ ἐτέθησαν
ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ
τιμῆς ἀργυρίου
παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ.

Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμολόγησεν ὁ θεὸς τῷ Ἀβραάμ,

ηὔξησεν
ὁ λαὸς
καὶ ἐπληθύνθη
ἐν Ἀἰγύπτῳ,

ἄχρι οὗ

ἀνέστη βασιλεὺς ἕτερος ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.

οὗτος

κατασοφισάμενος τὸ γένος
ἡμῶν
ἐκάκωσεν
τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ
ζωογονεῖσθαι.

ἐν ᾧ καιρῷ ἐγεννήθη Μωυσῆς, καὶ ἦν

ἀστεῖος
τῷ θεῷ· ὃς ἀνετράφη
μῆνας τρεῖς
ἐν τῷ οἴκῳ τοῦ πατρός·

ἐκτεθέντος δὲ αὐτοῦ

ἀνείλατο
αὐτὸν
ἡ θυγάτηρ Φαραὼ
καὶ ἀνεθρέψατο αὐτὸν
ἑαυτῇ εἰς υἱόν.

καὶ ἐπαιδεύθη Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.

Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι

τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.