Acts of the Apostles

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

οἱ δὲ πρὸς αὐτὸν εἶπαν Ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέν τι περὶ σοῦ πονηρόν.

ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς, περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστὶν ὅτι πανταχοῦ ἀντιλέγεται.

Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἦλθαν πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ θεοῦ πείθων τε αὐτοὺς περὶ τοῦ Ἰησοῦ ἀπό τε τοῦ νόμου Μωυσέως καὶ τῶν προφητῶν ἀπὸ πρωὶ ἕως ἑσπέρας.

Καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις οἱ δὲ ἠπίστουν,

ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἓν ὅτι Καλῶς τὸ πνεῦμα τὸ ἅγιον ἐλάλησεν διὰ Ἠσαίου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν

λέγων

  1. Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἰπόν
  2. Ἀκοῆ ἀκούσετε καὶ οὐ μὴ συνῆτε,
  3. καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε·

  1. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου,
  2. καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν,
  3. καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν·
  4. μή ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς
  5. καὶ τοῖς ὠσὶν ἀκούσωσιν
  6. καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν
  7. καὶ ἰάσομαι αὐτούς.

γνωστὸν οὖν ὑμῖν ἔστω ὅτι

τοῖς ἔθνεσιν
ἀπεστάλη τοῦτο
τὸ σωτήριον τοῦ θεοῦ·
αὐτοὶ καὶ ἀκούσονται.

---

Ἐνέμεινεν δὲ διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι, καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν,

κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως.

315