Acts of the Apostles

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

  • Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ
    ἄνω
  • καὶ
    σημεῖα
    ἐπὶ τῆς γῆς
    κάτω,
  • αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ·
  • ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος
  • καὶ ἡ σελήνη εἰς αἷμα
  • πρὶν ἐλθεῖν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
  • Καὶ ἔσται πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται.
  • Ἄνδρες Ἰσραηλεῖται, ἀκούσατε τοὺς λόγους τούτους. Ἰησοῦν

    249
    τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ θεοῦ εἰς ὑμᾶς δυνάμεσι καὶ τέρασι καὶ σημείοις οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε,

    τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ θεοῦ ἔκδοτον διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε,

    ὃν ὁ θεὸς ἀνέστησεν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ·