Acts of the Apostles

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.

ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·

ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες [νῦν] εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.

καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην

ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ψαλμῶ γέγραπται τῷ δευτέρῳ

Υἱός μου εἶ σύ, ἐγὼ
σήμ ν γεγέννηκά σε.

ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς

διαφθοράν,
οὕτως εἴρηκεν ὅτι
Δώσω ὑμῖν τὰ ὅσια Δαυεὶδ τὰ πιστά.

διότι καὶ ἐν ἑτέρῳ λέγει

Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·

Δαυεὶδ
μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη
πρὸς τοὺς πατέρας αὐτοῦ
καὶ εἶδεν διαφθοράν,

ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.

278

Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε

ἐν νόμῳ Μωυσέως δικαιωθῆναι ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.

βλέπετε οὖν· μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις