Gospel according to Luke

New Testament

The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.

τοῦ Ἰησοῦ τοῦ Ἐλιέζερ τοῦ Ἰωρείμ τοῦ Μαθθάτ τοῦ Λευεί

τοῦ Συμεών τοῦ Ἰούδα τοῦ Ἰωσήφ τοῦ Ἰωνάμ τοῦ Ἐλιακείμ

τοῦ Μελεά τοῦ Μεννά τοῦ Ματταθά τοῦ Ναθάμ τοῦ Δαυείδ

τοῦ Ἰεσσαί τοῦ Ἰωβήλ τοῦ Βοός τοῦ Σαλά τοῦ Ναασσών

τοῦ Ἀδμείν τοῦ Ἀρνεί τοῦ Ἑσρών τοῦ Φαρές τοῦ Ἰούδα

τοῦ Ἰακώβ τοῦ Ἰσαάκ τοῦ Ἀβραάμ

125
τοῦ Θαρά τοῦ Ναχώρ

τοῦ Σερούχ τοῦ Ῥαγαύ τοῦ Φάλεκ τοῦ Ἔβερ τοῦ Σαλά

τοῦ Καινάμ τοῦ Ἀρφαξάδ τοῦ Σήμ τοῦ Νῶε τοῦ Λάμεχ

τοῦ Μαθουσαλά τοῦ Ἑνώχ τοῦ Ἰάρετ τοῦ Μαλελεήλ τοῦ Καινάμ

τοῦ Ἐνώς τοῦ Σήθ τοῦ Ἀδάμ τοῦ θεοῦ.

Ἰησοῦς δὲ πλήρης πνεύματος ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου, καὶ ἤγετο ἐν τῷ πνεύματι ἐν τῇ ἐρήμῳ

ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν.

εἶπεν δὲ αὐτῷ ὁ διάβολος Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος.

καὶ ἀπεκρίθη πρὸς αὐτὸν ὁ Ἰησοῦς Γέγραπται ὅτι

Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος.

Καὶ ἀναγαγὼν αὐτὸν ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου·

καὶ εἶπεν αὐτῷ ὁ διάβολος Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν, ὅτι ἐμοὶ παραδέδοται καὶ ᾧ ἂν θέλω δίδωμι αὐτήν·

σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ, ἔσται σοῦ πᾶσα.

καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ Γέγραπται

Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις.

Ἤγαγεν δὲ αὐτὸν εἰς Ἰερουσαλὴμ καὶ ἔστησεν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν [αὐτῷ] Εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω·

γέγραπται γὰρ ὅτι

τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε,