Gospel of Mark
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος·
ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι
θλίψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεωςἣν ἔκτισεν ὁ θεὸς
ἕως τοῦ νῦνκαὶ οὐ μὴ γένηται.
καὶ εἰ μὴ ἐκολόβωσεν Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας.
Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ Ἴδε ὧδε ὁ χριστός Ἴδε ἐκεῖ, μὴ πιστεύετε·
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ
ψευδοπροφῆταικαὶ
δώσουσιν σημεῖα καὶ τέραταπρὸς τὸ ἀποπλανᾷν εἰ δυνατὸν τοὺς ἐκλεκτούς·
ὑμεῖς δὲ βλέπετε· προείρηκα ὑμῖν πάντα.
Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλίψιν ἐκείνην
ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς,
καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται.
καὶ τότε ὄψονται
τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαιςμετὰ δυνάμεως πολλῆς καὶ δόξης·
καὶ τότε
ἐπισυνάξειτοὺς ἐκλεκτοὺς [αὐτοῦ]
ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρουγῆς
ἕως ἄκρου οὐρανοῦ.
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν·
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ταῦτα πάντα γένηται.
ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ παρελεύσονται.
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ.
βλέπετε ἀγρυπνεῖτε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός [ἐστιν]·
ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ.
γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ ἢ μεσονύκτιον ἢ ἀλεκτοροφωνίας ἢ πρωί,
μὴ ἐλθὼν ἐξέφνης εὕρῃ ὑμᾶς καθεύδοντας·
ὃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω, γρηγορεῖτε.