Gospel according to Matthew
New Testament
The New Testament in the original Greek. The text revised by. Brooke Foss Westcott, D.D. Fenton John Anthony Hort, D.D. New York. Harper and Brothers, Franklin Square. 1885.
Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθά, ὅ ἐστιν Κρανίου Τόπος λεγόμενος,
ἔδωκαναὐτῷ
πιεῖν οἶνονμετὰ
χολῆςμεμιγμένον· καὶ γευσάμενος οὐκ ἠθέλησεν πιεῖν.
σταυρώσαντες δὲ αὐτὸν
διεμερίσαντο τὰ ἱμάτιααὐτοῦ
βάλλοντες κλῆρον,
καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ.
καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ο ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ.
Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων.