Funeral Oration
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ἀλλὰ περὶ τῆς παιδείας αὐτῶν ἐπιμνησθῶ, καὶ ὡς ἐν πολλῇ ςωφροσύνῃ παῖδες ὄντες ἐτράφησαν καὶ ἐπαιδεύθησαν[*](ἐπαιδεύθησαν Babington.) ὅπερ εἰώθασίν τινες ποιεῖν;[*](τινες ποιεῖν Jensen (ποιεῖν iam Lightfoot): παιδεύειν Sauppe.) ἀλλʼ οἶμαι πάντας εἰδέναι ὅτι τούτου ἕνεκα[*](ἕνεκα Sauppe.) τοὺς παῖδας παιδεύομεν,[*](παιδεύομεν Sauppe.) ἵνα ἄνδρες ἀγαθοὶ γένωνται[*](γένωνται Babington.)· τοὺς δὲ γεγενημένους ἐν τῷ πολέμῳ ἄνδρας ὑπερβάλλοντας τῇ ἀρετῇ, πρόδηλόν ἐστιν ὅτι παῖδες ὄντες καλῶς ἐπαιδεύθησαν.
ἁπλούστατον οὖν ἡγοῦμαι εἶναι τὴν ἐν τῷ πολέμῳ διεξελθεῖν ἀρετήν, καὶ ὡς πολλῶν ἀγαθῶν αἴτιοι γεγένηνται τῇ πατρίδι καὶ τοῖς ἄλλοις Ἕλλησιν. ἄρξομαι δὲ πρῶτον ἀπὸ τοῦ στρατηγοῦ· καὶ γὰρ δίκαιον.
Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶ[*](Post καὶ add. ὥσπερ Kenyon.)--- [*](Column 5) ἐπτηχυῖαν, κατεφθαρμένην ὑπὸ τῶν δωροδοκούντων παρὰ Φιλίππου καὶ Ἀλεξάνδρου κατὰ τῶν πατρίδων τῶν αὑτῶν, καὶ τὴν μὲν πόλιν ἡμῶν δεομένην[*](δεομένην Babington, qui coll. 5 et 6 plerumque restituit.) ἀνδρός, τὴν δʼ Ἑλλάδα πᾶσαν πόλεως, ἥτις προστῆναι δυνήσεται[*](δυνήσεται Schaefer.) τῆς ἡγεμονίας, ἐπέδωκεν[*](ἐπέδωκεν Kayser: ἀπέδωκεν Babington.) ἑαυτὸν μὲν τῇ πατρίδι, τὴν δὲ πόλιν τοῖς Ἕλλησιν εἰς τὴν ἐλευθερίαν·