Funeral Oration
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
φανερὸν δʼ ἐξ ὧν ἀναγκαζόμεθα καὶ νῦν ἔτι[*](ἔτι Kayser: ἐστι Cobet: ἐᾶν Caffiaux.)· θυσίας μὲν ἀνθρώποις γιγνομένας[*](γιγνομένας Cobet.) ἐφορᾶν, ἀγάλματα δὲ καὶ βωμοὺς καὶ ναοὺς τοῖς μὲν θεοῖς ἀμελῶς, τοῖς δὲ ἀνθρώποις ἐπιμελῶς συντελούμενα, καὶ τοὺς τούτων[*](τούτων Cobet.) οἰκέτας ὥσπερ ἥρωας τιμᾶν ἡμᾶς ἀναγκαζομένους.
ὅπου δὲ τὰ πρὸς τοὺς[*](τοὺς add. Cobet.) θεοὺς ὅσια διὰ τὴν Μακεδόνων τόλμαν ἀνῄρηται, τί τὰ πρὸς τοὺς ἀνθρώπους[*](Post ἀνθρώπους add. δίκαια Fritzsche.) χρὴ νομίζειν; ἆρʼ οὐκ ἂν παντελῶς καταλελύσθαι; ὥστε ὅσῳ δεινότερα τὰ προςδοκώμενʼ ἂν γενέσθαι κρίνομεν,[*](κρίνομεν Kayser: κρίνοιμεν S.) τοσούτῳ μειζόνων ἐπαίνων τοὺς τετελευτηκότας ἀξίους χρὴ νομίζειν.
οὐδεμία γὰρ στρατεία τὴν τῶν[*](τῶν add. Babington.) στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ᾗ γε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦν, πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατείας ἢ τοὺς [*](Column 9) ἄλλους πάντας πληγὰς[*](πληγὰς del. Cobet.) λαμβάνειν ἐν τῷ παρεληλυθότι χρόνῳ, χειμώνων δʼ ὑπερβολὰς καὶ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἐνδείας τοςαύτας καὶ τηλικαύτας οὕτως ἐγκρατῶς ὑπομεμενηκέναι, ὥςτε καὶ τῷ λόγῳ χαλεπὸν εἶναι φράσαι.
τὸν δὴ τοιαύτας καρτερίας ἀόκνως ὑπομεῖναι τοὺς πολίτας προτρεψάμενον Λεωσθένη, καὶ τοὺς τῷ τοιούτῳ στρατηγῷ προθύμως συναγωνιστὰς σφᾶς αὐτοὺς παρασχόντας, ἆρʼ οὐ διὰ τὴν τῆς ἀρετῆς ἀπόδειξιν εὐτυχεῖς μᾶλλον ἢ διὰ τὴν τοῦ ζῆν ἀπόλειψιν ἀτυχεῖς νομιστέον; οἵτινες θνητοῦ σώματος ἀθάνατον δόξαν ἐκτήσαντο, καὶ διὰ τὴν ἰδίαν ἀρετὴν τὴν κοινὴν ἐλευθερίαν τοῖς Ἕλλησιν ἐβεβαίωσαν.
φέρει γὰρ πᾶσαν εὐδαιμονίαν[*](Intercidisse aliquid videtur: ante πᾶσαν add. οὐδὲν Fritzsche: alii alia.)---ἄνευ τῆς αὐτονομίας. οὐ γὰρ ἀνδρὸς ἀπειλήν, ἀλλὰ νόμου φωνὴν κυριεύειν δεῖ τῶν εὐδαιμόνων, οὐδʼ αἰτίαν φοβερὰν εἶναι τοῖς ἐλευθέροις, ἀλλʼ ἔλεγχον, οὐδʼ ἐπὶ τοῖς κολακεύουσιν τοὺς δυνάστας καὶ διαβάλλουσιν τοὺς πολίτας τὸ τῶν πολιτῶν ἀσφαλές, ἀλλʼ ἐπὶ τῇ τῶν νόμων πίστει γενέσθαι.
ὑπὲρ ὧν ἁπάντων οὗτοι πόνους πόνων διαδόχους ποιούμενοι, καὶ τοῖς καθʼ ἡμέραν κινδύνοις τοὺς εἰς τὴν ἅπαντα χρόνον φόβους τῶν πολιτῶν καὶ τῶν Ἑλλήνων παραιρούμενοι, τὸ ζῆν ἀνήλωσαν εἰς τὸ τοὺς ἄλλους καλῶς ζῆν.
διὰ τούτους πατέρες ἔνδοξοι, μητέρες περίβλεπτοι τοῖς πολίταις γεγόνασι, ἀδελφαὶ γάμων τῶν προσηκόντων ἐννόμως τετυχήκασι καὶ τεύξονται, παῖδες ἐφόδιον εἰς τὴν πρὸς τὸν δῆμον εὔνοιαν[*](εὔνοιαν Cobet.) τὴν τῶν οὐκ ἀπολωλότων [*](Column 10) ἀρετήν, οὐ γὰρ θεμιτὸν τούτου τοῦ ὀνόματος τυχεῖν τοὺς οὕτως ὑπὲρ καλῶν τὸν βίον ἐκλιπόντας, ἀλλὰ τῶν τὸ ζῆν εἰς αἰώνιον τάξιν μετηλλαχότων ἕξουσιν.
εἰ γὰρ ὁ τοῖς[*](ὁ τοῖς Cobet.) ἄλλοις ὢν ἀνιαρότατος[*](ἀνιαρότατος Babington.) θάνατος τούτοις ἀρχηγὸς μεγάλων ἀγαθῶν γέγονε, πῶς τούτους οὐκ εὐτυχεῖς κρίνειν δίκαιον, ἢ πῶς ἐκλελοιπέναι τὸν βίον, ἀλλʼ οὐκ ἐξ ἀρχῆς γεγονέναι καλλίω γένεσιν τῆς πρώτης ὑπαρξάσης; τότε μὲν γὰρ παῖδες ὄντες ἄφρονες ἦσαν, νῦν δʼ ἄνδρες ἀγαθοὶ γεγόνασιν.
καὶ τότε μὲν ἐν πολλῷ[*](ἐν πολλῷ Babington: πολλῶν S.) χρόνῳ καὶ διὰ πολλῶν κινδύνων τὴν ἀρετὴν ἀπέδειξαν· νῦν δʼ ἀπὸ ταύτης ἀρξαμένους ὑπάρχει[*](ἀρξαμένους ὑπάρχει Kenyon: αξαθαι S: ᾁξαντας ἦν Jensen in add.: ὑπάρχει εὐθὺς Cobet.) γνωρίμους πᾶσι καὶ μνημονευτοὺς διὰ ἀνδραγαθίαν γεγονέναι.
τίς γὰρ[*](γὰρ add. Cobet.) καιρὸς ἐν ᾧ τῆς τούτων ἀρετῆς οὐ μνημονεύσομεν; τίς τόπος ἐν ᾧ ζήλου καὶ τῶν ἐντιμοτάτων ἐπαίνων τυγχάνοντας οὐκ ὀψόμεθα; πότερον οὐκ ἐν τοῖς τῆς πόλεως ἀγαθοῖς; ἀλλὰ τὰ διὰ τούτους γεγονότα τίνας ἄλλους ἢ τούτους ἐπαινεῖσθαι καὶ μνήμης τυγχάνειν ποιήσει; ἀλλʼ οὐκ ἐν ταῖς ἰδίαις εὐπραξίαις; ἀλλʼ ἐν τῇ τούτων ἀρετῇ βεβαίως αὐτῶν ἀπολαύσομεν.
παρὰ ποίᾳ δὲ τῶν ἡλικιῶν οὐ μακαριστοὶ [*](Column 11) γενήσονται; πότερον οὐ παρὰ[*](Col. 11 plerumque restituit Blass.) τοῖς πρεσβυτέροις,[*](πρεσβυτέροις Cobet: γεραιτέροις Sauppe.) οἳ ἄφοβον ἄξειν τὸν λοιπὸν βίον καὶ ἐν τῷ ἀσφαλεῖ γεγενῆςθαι νομίζουσι[*](νομίζουσι Jensen: ἡγήσονται Blass.) διὰ τούτους; ἀλλʼ οὐ παρὰ τοῖς ἡλικιώταις;---τελευτὴ φ---καλῶς ὠ---παρὰ πο---αι γεγον---; ἀλλʼ οὐ παρὰ τοῖς νεωτέροις καὶ παισίν;
ἔπειτα οὐ τὸν θάνατον ζηλώσουσιν αὐτῶν, καὶ αὐτοὶ σπουδάσουσιν μιμεῖσθαι ὡς παράδειγμα τὸν τούτων βίον, ἀνθʼ οὗ τὴν ἀρετὴν καταλελοίπασι;
οὐκοῦν ἄξιον εὐδαιμονίζειν αὐτοὺς ἐπὶ τοσαύτῃ τιμῇ; ἢ τίνες---φοι λει---Ἑλλην---τῶν πε---παρὰ πο---τῆς Φρυγῶν κρατησάσης στρατείας ἐγκωμιασθήσεται;--- δὲ τῆς ἐλ---τάτοις ε---ἅπασιν καὶ λόγοις καὶ ᾠδαῖς[*](καὶ λόγοις καὶ ὠδαῖς Cobet.) ἐπαιν---
ἀμφότερα γὰρ ε---περὶ Λεωςθένους--- καὶ τῶν τελευτησάντων ἐν τῷ πολέμῳ.[*](ἀμφότερα usque ad πολέμῳ Cobet.) εἰ μὲν γὰρ ἡδονῆς ἕνεκεν μνημονεύουσιν τὰς τοιαύτας καρτερίας, τί γένοιτʼ ἂν τοῖς Ἕλλησιν ἥδιον ἢ ἔπαινος τῶν τὴν ἐλευθερίαν παρασκευασάντων ἀπὸ τῶν Μακεδόνων;[*](εἰ μὲν γὰρ usque ad Μακεδόνων post Cobet et alios Blass.) εἰ δὲ ὠφελείας ἕνεκεν[*](ὠφελείας ἕνεκεν Babington.) ἡ τοιαύτη μνήμη[*](μνήμη Cobet.) [*](Column 12) γίγνεται, τίς ἂν λόγος ὠφελήσειεν μᾶλλον τὰς τῶν ἀκουσόντων[*](ἀκουσόντωνἀκουόντων Sauppe.) ψυχὰς τοῦ τὴν ἀρετὴν ἐγκωμιάσοντος[*](ἐγκωμιάσοντοςἐγκωμιάζοντος Sauppe.) καὶ τοὺς ἀγαθοὺς ἄνδρας;
ἀλλὰ μὴν ὅτι παρʼ ἡμῖν καὶ τοῖς λοιποῖς[*](λοιποῖς Babington: λόγοις S.) πᾶσιν εὐδοκιμεῖν αὐτοὺς ἀναγκαῖον, ἐκ τούτων φανερόν ἐστιν· ἐν Ἅιδου δὲ λογίσασθαι ἄξιον, τίνες οἱ τὸν ἡγεμόνα δεξιωσόμενοι τὸν τούτων. ἆρʼ οὐκ ἂν οἰόμεθα ὁρᾶν Λεωσθένη δεξιουμένους καὶ θαυμάζοντας τῶν ἡμιθέων καλουμένων[*](ἡμιθέων καλουμένων Cobet: δεηγορμένων καλουμένους S: διηγμένων καὶ ὑμνουμένων in obelis Kenyon: τῶνδε ἡγούμενον καὶ καλουμένους ci. l. a. Post.) τοὺς ἐπὶ Τροίαν στρατεύσαντας,[*](τοὺς ἐπὶ Τροίαν στρατεύσαντας Babington: τοὺς ἐπὶ στρατείαν στρασαντ. ς S.) ὧν οὗτος ἀδελφὰς πράξεις ἐνστησάμενος τοσοῦτον διήνεγκε, ὥστε οἱ μὲν μετὰ πάσης τῆς Ἑλλάδος μίαν πόλιν εἷλον, ὁ δὲ μετὰ τῆς ἑαυτοῦ πατρίδος μόνης πᾶσαν τὴν τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ἄρχουσαν δύναμιν ἐταπείνωσεν.
κἀκεῖνοι μὲν ἕνεκα μιᾶς γυναικὸς ὑβρισθείσης ἤμυναν, ὁ δὲ πασῶν τῶν Ἑλληνίδων τὰς ἐπιφερομένας ὕβρεις ἐκώλυσεν, μετὰ τῶν συνθαπτομένων νῦν αὐτῷ ἀνδρῶν.[*](Sic interpunxit Sauppe%10 ἀνδρῶν, et διαπεπραγμένων. Cobet.)
τῶν δὲ[*](δὲ add. Sauppe.) μετʼ ἐκείνους μὲν γεγενημένων, ἄξια δὲ τῆς ἐκείνων ἀρετῆς διαπεπραγμένων, λέγω δὴ τοὺς περὶ Μιλτιάδην καὶ Θεμιστοκλέα καὶ τοὺς ἄλλους, οἳ τὴν Ἑλλάδα [*](Column 13) ἐλευθερώσαντες ἔντιμον μὲν τὴν πατρίδα κατέστησαν,
ἔνδοξον δὲ[*](δὲ add. Babington.) τὸν αὑτῶν βίον ἐποίησαν, ὧν οὗτος τοσοῦτον ὑπερέσχεν ἀνδρείᾳ καὶ φρονήσει, ὅσον οἱ μὲν ἐπελθοῦσαν τὴν τῶν βαρβάρων δύναμιν ἠμύναντο, ὁ δὲ μηδʼ ἐπελθεῖν ἐποίησεν. κἀκεῖνοι μὲν ἐν τῇ οἰκείᾳ τοὺς ἐχθροὺς ἐπεῖδον ἀγωνιζομένους, οὗτος δὲ ἐν τῇ τῶν ἐχθρῶν περιεγένετο τῶν ἀντιπάλων.
οἶμαι δὲ καὶ τοὺς[*](τοὺς add. Babington.) τὴν πρὸς ἀλλήλους φιλίαν τῷ δήμῳ βεβαιότατα ἐνδειξαμένους, λέγω δὲ Ἁρμόδιον καὶ Ἀριστογείτονα, οὐθένας οὕτως αὑτοῖς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ὡς [*](οὐθένας usque ad ὡς locus corruptus: οὐδένας οὕτως αὑτοῖς οἰκείους ἂν εἶναι Sauppe: οὐδαμῶς αὑτοὺς οἰκειοτέρους ὑμῖν εἶναι νομίζειν ἢ Kenyon: οἰκείους ἑτέρους pro οἰκειοτέρους ci. L. A. Post. Alii alia.) Λεωσθένη καὶ τοὺς ἐκείνῳ συναγωνισαμένους, οὐδʼ ἔστιν οἷς ἂν μᾶλλον ἢ τούτοις πλησιάσειαν ἐν Ἅιδου. εἰκότως· οὐκ ἐλάττω γὰρ ἐκείνων ἔργα διεπράξαντο, ἀλλʼ εἰ δέον εἰπεῖν, καὶ μείζω. οἱ μὲν γὰρ τοὺς τῆς πατρίδος τυράννους κατέλυσαν, οὗτοι δὲ τοὺς τῆς Ἑλλάδος ἁπάσης.
ὢ καλῆς μὲν καὶ παραδόξου τόλμης τῆς πραχθείσης ὑπὸ τῶνδε τῶν ἀνδρῶν, ἐνδόξου δὲ καὶ μεγαλοπρεποῦς προαιρέσεως ἧς προείλοντο, ὑπερβαλλούσης δὲ ἀρετῆς καὶ ἀνδραγαθίας τῆς ἐν τοῖς κινδύνοις, ἣν οὗτοι παρασχόμενοι εἰς τὴν κοινὴν ἐλευθερίαν τῶν Ἑλλήνων--- ---