Funeral Oration
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
διὸ καὶ μάλιστα νῦν φοβοῦμαι,[*](νῦν φοβοῦμαι Jensen in add. (φοβοῦμαι iam Babington): πεφόβημαι Herwerden.) μή μοι συμβῇ τὸν λόγον ἐλάττω φαίνεσθαι τῶν ἔργων τῶν γεγενημένων. πλὴν κατʼ ἐκεῖνό γε πάλιν θαρρῶ ὅτι τὰ ὑπʼ ἐμοῦ ἐκλειπόμενα[*](ἐκλειπόμενα Sudhaus: παραλειπόμενα Sauppe.) ὑμεῖς οἱ ἀκούοντες προσθήσετε· οὐ γὰρ ἐν τοῖς τυχοῦσιν οἱ λόγοι ῥηθήσονται, ἀλλʼ ἐν αὐτοῖς τοῖς μάρτυσι τῶν ἐκείνοις [*](Column 2) πεπραγμένων.
ἄξιον δέ ἐςτιν ἐπαινεῖν τὴν μὲν πόλιν ἡμῶν τῆς προαιρέσεως ἕνεκεν, τὸ προελέσθαι ὅμοια καὶ ἔτι σεμνότερα καὶ καλλίω τῶν πρότερον αὐτῇ πεπραγμένων, τοὺς δὲ τετελευτηκότας τῆς ἀνδρείας τῆς ἐν τῷ πολέμῳ, τὸ μὴ καταισχῦναι τὰς τῶν προγόνων ἀρετάς, τὸν δὲ στρατηγὸν Λεωσθένη διὰ ἀμφότερα· τῆς τε γὰρ προαιρέσεως εἰσηγητὴς τῇ πόλει ἐγένετο, καὶ τῆς στρατείας ἡγεμὼν τοῖς πολίταις κατέστη.
περὶ μὲν οὖν τῆς πόλεως διεξιέναι τὸ καθʼ ἕκαστον ὧν[*](ὧν Blass olim: τῶν S, ret. Cobet.) πρότερον πᾶσαν τὴν Ἑλλάδα εὐεργέτηκεν[*](εὐεργέτηκεν add. Blass olim: πεπραγμένων suppl. Cobet qui ἀνὰ post πρότερον add.) οὔτε ὁ χρόνος ὁ παρὼν ἱκανός, οὔτε ὁ καιρὸς ἁρμόττων τῷ μακρολογεῖν, οὔτε ῥᾴδιον ἕνα ὄντα τοσαύτας καὶ τηλικαύτας πράξεις ἐπελθεῖν[*](ἐπελθεῖν Babington: ἀπελθεῖν S.) καὶ μνημονεῦσαι· ἐπὶ κεφαλαίου δὲ οὐκ ὀκνήσω εἰπεῖν περὶ αὐτῆς.