Funeral Oration

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

Λεωσθένης γὰρ ὁρῶν τὴν Ἑλλάδα πᾶσαν τεταπεινωμένην καὶ[*](Post καὶ add. ὥσπερ Kenyon.)--- [*](Column 5) ἐπτηχυῖαν, κατεφθαρμένην ὑπὸ τῶν δωροδοκούντων παρὰ Φιλίππου καὶ Ἀλεξάνδρου κατὰ τῶν πατρίδων τῶν αὑτῶν, καὶ τὴν μὲν πόλιν ἡμῶν δεομένην[*](δεομένην Babington, qui coll. 5 et 6 plerumque restituit.) ἀνδρός, τὴν δʼ Ἑλλάδα πᾶσαν πόλεως, ἥτις προστῆναι δυνήσεται[*](δυνήσεται Schaefer.) τῆς ἡγεμονίας, ἐπέδωκεν[*](ἐπέδωκεν Kayser: ἀπέδωκεν Babington.) ἑαυτὸν μὲν τῇ πατρίδι, τὴν δὲ πόλιν τοῖς Ἕλλησιν εἰς τὴν ἐλευθερίαν·