Against Demosthenes
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
[*](Column 1) ἀλλʼ ἐγώ, ὦ ἄνδρες[*](Coll. 1 et 2 plerumque restituit Blass.) δικασταί, ὅπερ καὶ πρὸς τοὺς παρακαθημένους ἀρτίως ἔλεγον, θαυμάζω[*](θαυμάζω Jensen:θαῦμα τηλικουτὶ νομίζω Blass.) τουτὶ τὸ πρᾶγμα, εἰ δὴ[*](εἰ δὴ Jensen:εἰ μὴ Blass.) νὴ Δία κατὰ Δημοσθένους μόνου τῶν ἐν τῇ πόλει μήτε οἱ νόμοι ἰσχύουσιν, οἱ κελεύοντες κύρια εἶναι ὅσα ἄν τις αὐτὸς καθʼ αὑτοῦ διάθηται, μήτε τὰ ψηφίσματα τοῦ δήμου, καθʼ ἃ ὑμεῖς μὲν ὀμωμόκατε τὴν ψῆφον οἴσειν, ἔγραψεν δὲ αὐτὰ οὐδεὶς τῶν ἐχθρῶν τῶν Δημοσθένους, ἀλλʼ αὐτὸς οὗτος, ἐψηφίσατο δὲ ὁ δῆμος τούτου κελεύοντος[*](κελεύοντος Sauppe.) καὶ μόνον οὐχ ἑκουσίως αὑτὸν ἀπολλύοντος [*](Desunt col. 1 versus fere tres.) καίτοι τὸ [*](Column 2) δίκαιον, ὦ ἄνδρες δικασταί, ἁπλοῦν ὑπολαμβάνω ἡμῖν εἶναι πρὸς Δημοσθένη. ὥσπερ γὰρ ἐπὶ τῶν ἰδίων ἐγκλημάτων πολλὰ διὰ προκλήσεων κρίνεται, οὕτως καὶ τουτὶ τὸ πρᾶγμα κέκριται. σκέψασθε γάρ, ὦ ἄνδρες δικασταί, οὑτωσί. ᾐτιάσατό σε, ὦ Δημόσθενες, ὁ δῆμος εἰληφέναι εἴκοσι τάλαντα ἐπὶ τῇ πολιτείᾳ καὶ τοῖς νόμοις. ταῦτα ςὺ ἔξαρνος ἐγένου μὴ λαβεῖν, καὶ πρόκλησιν γράψας ἐν ψηφίσματι προσήνεγκας τῷ δήμῳ, ἐπιτρέπων ὑπὲρ ὧν τὴν αἰτίαν ἔσχες τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου ---[*](Desunt col. 2 versus fere tres et col. 3 versus fere quattuordecim.)
[*](Column 3)καὶ συκοφαντεῖς τὴν βουλήν, προκλήσεις ἐκτιθεὶς καὶ ἐρωτῶν ἐν ταῖς προκλήσεσιν, πόθεν ἔλαβες[*](Coll. 3 et 4 composuit et plerumque restituit Blass: verbaσυκοφαντεῖς usque ad ἀπαιτῶν citat Alexander *numen, ΠερὶΣχημ. viii. 457 *walz.) τὸ χρυσίον, καὶ τίς ἦν σοι ὁ δούς, καὶ ποῦ. τελευτῶν[*](ποῦ et τελευτῶν A:πῶς et τελευταῖον Alexander.) δʼ ἴσως ἐρωτήσεις καὶ ὅτι[*](ὅ τιεἰ Alexander.) ἐχρήσω λαβὼν[*](λαβὼν om. Alexander.) τῷ χρυσίῳ, ὥσπερ τραπεζιτικὸν λόγον παρὰ τῆς βουλῆς ἀπαιτῶν. ἐγὼ δὲ τοὐναντίον [*](Column 4) ἡδέως ἂν παρὰ σοῦ πυθοίμην, τίνος ἂν ἕνεκα[*](ἕνεκα Egger.) ἡ ἐξ Ἀρείου πάγου βουλὴ[*](βουλὴ Egger.) ἔφη---ις ἀδίκως---τατοχρυ---φησι του---ωτατις.---ε δικαστ---ἂν ἐνοι---εσθαι ἐμ---δικαίως τω---ι ---[*](Desunt col. 4 versus fere viginti et col. 5 versus fere decem.)
[*](Column 5)---τὰς ἀποφάσεις. οὐκ ἔστι ταῦτα, ἀλλὰ πάντων φανήσονται μάλιστα δημοτικώτατα τῷ πράγματι κεχρημένοι· τοὺς μὲν γὰρ ἀδικοῦντας ἀπέφηναν, καὶ ταῦτʼ οὐχ ἑκόντες, ἀλλʼ ὑπὸ τοῦ δήμου πολλάκις ἀναγκαζόμενοι· τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας[*](δημοτικώτατα usque ad ἀδικοῦντας Sauppe.) οὐκ ἐφʼ αὑτοῖς ἐποίησαν, ἀλλʼ ὑμῖν ἀπέδοσαν τοῖς κυρίοις. δημοσθένης[*](ἐποίησαν usque ad Δημοσθένης Blass.) δʼ οὐ μόνον ἐπὶ τοῦ [*](Column 6) αὑτοῦ ἀγῶνος οἴεται δεῖν ὑμᾶς παρακρούσασθαι διαβαλὼν τὴν ἀπόφασιν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀγῶνας ἅπαντας ἀφελέσθαι ζητεῖ τοὺς τῆς πόλεως· ὑπὲρ οὗ δεῖ ὑμᾶς νυνὶ βουλεύσασθαι προσέχοντας τὸν νοῦν, καὶ μὴ τῷ λόγῳ ὑπὸ τούτου ἐξαπατηθῆναι. τὰς γὰρ ἀποφάσεις ταύτας τὰς ὑπὲρ τῶν χρημάτων Ἁρπάλου πάσας ὁμοίως ἡ βουλὴ πεποίηται καὶ τὰς αὐτὰς κατὰ πάντων, καὶ οὐδεμιᾷ προσγέγραφεν διὰ τί ἕκαστον ἀποφαίνει, ἀλλὰ ἐπὶ κεφαλαίου γράψασα ὁπόσον ἕκαστος εἴληφεν χρυσίον, τοῦτʼ οὖν ὀφειλέτω.[*](ὀφειλέτω Boeckh.) ἢ ἰσχύσει Δημοσθένης παρʼ [*](Column 7) ὑμῖν τῆς κατʼ αὐτοῦ ἀποφάσεως[*](Col. 7 plerumque restituit Sauppe, sed ὑμῖν usque ad ἀποφάσεως Blass.) μεῖζον;[*](μεῖζον Fuhr: μᾶλλον Blass.) οὐκ ἐσ---ἀπογι---ἀπόφα---ἔλαβεν---σι καὶ οἱ ἄλλοι πάντες· οὐ γὰρ δήπου Δημοσθένει μόνῳ τοῦτο ἰσχυρὸν[*](δήπου usque ad ἰσχυρὸν Kenyon, sed μόνῳ Jensen (μὲν Kenyon).) ἔσται, τοῖς δʼ ἄλλοις οὔ. καὶ γὰρ οὐχ ὑπὲρ εἴκοσι[*](εἴκοσι Boeckh.) ταλάντων δικάζετε, ἀλλὰ ὑπὲρ τετρακοσίων, οὐδʼ ὑπὲρ ἑνὸς ἀδικήματος,[*](τετρακοσίων usque ad ἀδικήματος Boeckh: τριακοσίων Sauppe.) ἀλλʼ ὑπὲρ ἁπάντων. ἡ γὰρ[*](ἡ γὰρ Blass.) σὴ ἀπόνοια, ὦ Δημόσθενες, ὑπὲρ ἁπάντων τῶν ἀδικούντων νῦν προκινδυνεύει καὶ προαναισχυντεῖ. ἐγὼ δʼ ὅτι μὲν ἔλαβες τὸ χρυσίον ἱκανὸν οἶμαι εἶναι σημεῖον τοῖς δικασταῖς τὸ τὴν βουλήν σου καταγνῶναι, [*](Column 8) ᾗ σαυτὸν[*](Col. 8 composuit Sauppe et Blass, plerumque restituit Blass.) ἐπέτρεψας· τίνων δὲ ἕνεκα ἔλαβες, καὶ ἐπὶ[*](καὶ ἐπὶ Jensen:ἔτι δὲ Blass.) τίσιν αἰτίαις πᾶσαν τὴν πόλιν κα---ενος---χρυσί---τος τοὺς---ὥςπερ εἰ---φανερὸν ποιήσω.[*](ποιήσω Fuhr.) ἐπειδὴ γὰρ ἦλθεν, ὦ ἄνδρες δικασταί, Ἅρπαλος εἰς τὴν Ἀττικήν, καὶ οἱ παρὰ Φιλοξένου ἐξαιτοῦντες αὐτὸν ἅμα προσήχθηςαν πρὸς τὸν δῆμον, τότε παρελθὼν[*](τότε παρελθὼν Jensen:μέμνησθε ὡς τότε Blass.) Δημοσθένης διεξῆλθεν μακρὸν λόγον, φάσκων[*](φάσκων Kenyon.) οὔτε τοῖς παρὰ Φιλοξένου ἐλθοῦσι καλῶς ἔχειν τὸν Ἅρπαλον ἐκδοῦναι[*](ἐκδοῦναι Kenyon.) τὴν πόλιν, οὔτε δεῖν αἰτίαν οὐδεμίαν τῷ δήμῳ διʼ ἐκεῖνον παρʼ Ἀλεξάνδρου [*](Column 9) καταλείπεσθαι, ἀσφαλέστατον δʼ εἶναι τῇ πόλει[*](Col. 9 composuit Sauppe et Kenyon, plerumque restituit Kenyon.) τά τε χρήματα καὶ τὸν ἄνδρα φυλάττειν, καὶ ἀναφέρειν τὰ χρήματα ἅπαντα εἰς τὴν ἀκρόπολιν, ἃ ἦλθεν ἔχων Ἅρπαλος εἰς τὴν Ἀττικήν, ἐν τῇ αὔριον ἡμέρᾳ· Ἅρπαλον δʼ ἤδη[*](δʼ ἤδη Schaefer:δὲ δὴ Sauppe.) ἀποδεῖξαι τὰ χρήματα, ὁπόσα ἐστίν· οὐχ ὅπως πύθοιτο τὸν ἀριθμὸν αὐτῶν, ὡς ἔοικεν, ὁπόσα ἦν, ἀλλʼ ἵνα εἰδῇ ἀφʼ ὅσων αὐτὸν δεῖ τὸν μισθὸν πράττεσθαι. καὶ καθήμενος κάτω ὑπὸ τῇ κατατομῇ, οὗπερ εἴωθε καθῆςθαι, ἐκέλευε Μνηςίθεον[*](Μνησίθεον Blass.) τὸν χορευτὴν ἐρωτῆσαι τὸν Ἅρπαλον, ὁπόσα εἴη τὰ χρήματα τὰ ἀνοισθησόμενα εἰς τὴν ἀκρόπολιν. ὁ δʼ ἀπεκρίνατο ὅτι [*](Column 10) ἑπτακόσια τάλαντα [*](Desunt col. 10 versus duodecim.) τὰ χρήματα εἶναι τηλικαῦτα[*](Col. 10 plerumque restituit Blass.) αὐτὸς ἐν τῷ δήμῳ πρὸς ὑμᾶς εἰπών, ἀναφερομένων τριακοσίων ταλάντων καὶ πεντήκοντα ἀνθʼ ἑπτακοσίων, λαβὼν τὰ εἴκοσι τάλαντα οὐδένα λόγον ἐποιήσατο [*](Desunt versus tres.) ἐν τῷ δήμῳ ἑπτακόσια φήσας εἶναι τάλαντα, νῦν τὰ [*](Column 11) ἡμίση ἀναφέρεις, καὶ---ω ὅτι[*](Col. 11 om. Kenyon.) τοῦ ---ἀνενεχθῆναι---εἰς ἀκρόπολιν ---ταῦτα τὰ πράγματα [*](Desunt versus quattuor.)---ονλι---ἔκρινον τὸν---οὔτʼ ἂν ἐπρίατο Ἅρπαλος τὰς φε---οὔτʼ ἂν ἡ πόλις ἐν αἰτίαις καὶ διαβολαῖς ἦν. ἀλλὰ πάντων τούτων, ὦ Δημόσθενες---ἐστίν---μως ἐγ---στους ---αἰσχυν---νει---χρυσίον---γὰρ ὅτι---νοιω---του---πεν---[*](Column 12) ςτατῆρας ἔλαβε· σὺ δʼ ὁ τῷ ψηφίσματι τοῦ σώματος αὐτοῦ τὴν φυλακὴν καταστήσας καὶ οὔτʼ ἐκλειπομένην ἐπανορθῶν οὔτε καταλυθείσης τοὺς αἰτίους κρίνας, προῖκα δηλονότι τὸν καιρὸν τοῦτον τεταμίευσαι; καὶ τοῖς μὲν ἐλάττοσι ῥήτορσιν ἀπέτινεν ὁ Ἅρπαλος χρυσίον, τοῖς θορύβου μόνον καὶ κραυγῆς κυρίοις, σὲ δὲ τὸν τῶν ὅλων πραγμάτων ἐπιστάτην παρεῖδεν; καὶ τῷ τοῦτο πιστόν; τοσοῦτον δʼ, ὦ ἄνδρες δικασταί, τοῦ πράγματος καταπεφρόνηκεν Δημοσθένης, μᾶλλον δέ, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν, ὑμῶν καὶ τῶν νόμων, ὥστε τὸ μὲν πρῶτον, ὡς ἔοικεν, [*](Column 13) ὁμολογεῖν[*](Col. 13 plerumque restituit Blass.) μὲν εἰληφέναι[*](εἰληφέναι Boeckh.) τὰ χρήματα, ἀλλὰ κατακεχρῆσθαι αὐτὰ ὑμῖν προδεδανεισμένος δεδανεισμένος εἰς τὸ θεωρικόν· καὶ περιὼν Κνωσίων καὶ οἱ ἄλλοι φίλοι αὐτοῦ ἔλεγον ὅτι ἀναγκάσουσι τὸν ἄνθρωπον οἱ αἰτιώμενοι εἰς τὸ φανερὸν ἐνεγκεῖν ἃ οὐ βούλεται, καὶ εἰπεῖν ὅτι τῷ δήμῳ προδεδάνεισται τὰ χρήματα εἰς τὴν διοίκησιν. ἐπειδὴ δʼ ὑμῶν οἱ ἀκούσαντες πολλῷ μᾶλλον ἠγανάκτουν ἐπὶ τοῖς κατὰ τοῦ πλήθους τοῦ ὑμετέρου λόγοις, εἰ μὴ μόνον ἱκανὸν εἴη αὐτῷ ἰδίᾳ δεδωροδοκηκέναι, ἀλλὰ καὶ τὸν δῆμον οἴοιτο δεῖν ἀναπιμπλάναι [*](Desunt col. 13 versus unus et col. 14 versus octo. ) [*](Column 14) λέγων καὶ αἰτιώμενος,[*](Col. 14 composuit Sauppe et Blass:αἰτιώμενος Blass.) ὅτι Ἀλεξάνδρῳ χαριζομένη ἡ βουλὴ ἀνελεῖν αὐτὸν βούλεται· ὥσπερ οὐ πάντας ὑμᾶς εἰδότας, ὅτι οὐδεὶς τὸν τοιοῦτον ἀναιρεῖ, ὃν ἔστιν πρίασθαι, ἀλλʼ ὅντινα μήτε πεῖσαι ἔστιν μήτε χρήμασιν διαφθεῖραι, τοῦτον δὴ ςκοποῦσιν ὅπως ἐκ παντὸς τρόπου ἐκποδὼν ποιήσουσιν. κίνδυνος δʼ ὡς ἔοικεν ἐστίν, μὴ σύ, ὦ Δημόσθενες, ἀπαραίτητος καὶ ἄπειστος εἶ πρὸς δωροδοκίαν;[*](δὴ usque ad δωροδοκίαν Kenyon.) [*](Column 15) μὴ νομίζετε δὲ[*](μὴ νομίζετε δὲ Colin:ἢ μὴ νομίζῃ τις Kenyon.) διὰ τῆς τούτων δωροδοκίας τὰ τυχόντα τῶν[*](τυχόντα τῶν Boeckh.) πραγμάτων ἁλίςκεσθαι.[*](ἁλίσκεσθαι Blass.) οὐ γὰρ ἄδηλόν[*](ἄδηλόν Sauppe.) ἐστιν ὅτι πάντες[*](πάντες Sauppe.) οἱ ἐπιβουλεύοντες τοῖς Ἑλληνικοῖς πράγμασιν τὰς μὲν μικρὰς πόλεις τοῖς ὅπλοις συσκευάζονται, τὰς δὲ μεγάλας τοὺς δυναμένους ἐν αὐταῖς ὠνούμενοι, οὐδʼ ὅτι Φίλιππος τηλικοῦτος[*](τηλικοῦτος Boeckh.) ἐγένετο ἐξ ἀρχῆς[*](ἐξ ἀρχῆς Boeckh.) χρήματα διαπέμψας[*](διαπέμψας Sauppe.) εἰς Πελοπόννησον καὶ Θετταλίαν καὶ τὴν ἄλλην Ἐλλάδα, καὶ τοὺς ἐν δυνάμει ὄντας ἐν ταῖς πόλεσιν καὶ προεστῶτας[*](δυνάμει usque ad προεστῶτας Blass.) ---[*](Desunt col. 15 versus quinque et col. 16 fere tota.)
[*](Column 17)---τερατεύῃ,[*](Col. 17 plerumque restituit Blass.) καὶ οὐχ ἅπασιν οἴει φανερὸν εἶναι ὅτι φάσκων ὑπὲρ τοῦ δήμου[*](δήμου Babington.) λέγειν ὑπὲρ Ἀλεξάνδρου φανερῶς ἐδημηγόρεις; ἐγὼ γὰρ οἶμαι καὶ ἔμπροσθεν γνῶναι[*](ἐδημηγόρεις usque ad γνῶναι Sauppe.) ἅπαντας ὅτι τοῦτʼ ἐποίησας καὶ περὶ Θηβαίων καὶ περὶ τῶν ἄλλων ἁπάντων, καὶ ὅτι χρήματα εἰς ταῦτα δοθέντα ἐκ τῆς Ἀσίας αὐτὸς σαυτῷ ἰδίᾳ περιποιησάμενος[*](περιποιησάμενος Sauppe.) κατανήλωσας τὰ πολλά, καὶ νῦν δὲ ναυτικοῖς ἐργάζῃ χρήμασιν[*](χρήμασιν Jensen.) καὶ ἐκδόσεις δίδως, καὶ πριάμενος οἰκίαν---μο[*](Colin sic restituit: ὕφορμον, ὅποι ὑπάγοις ἐν τῷ καιρῷ. )---υπα---ν τω---ρωι, οὐκ οἰκεῖς ἐν Πειραιεῖ, ἀλλʼ ἐξορμεῖς ἐκ τῆς πόλεως. δεῖ δὲ τὸν δίκαιον δημαγωγὸν σωτῆρα τῆς ἑαυτοῦ[*](ἑαυτοῦ Jensen.) πατρίδος εἶναι,[*](πατρίδος εἶναι Kenyon.) μὴ δραπέτην. ἐπειδὴ δὲ νῦν Ἅρπαλος οὕτως ἐξαίφνης[*](μὴ usque ad ἐξαίφνης Blass.) [*](Column 18) πρὸς τὴν Ἑλλάδα προσέπεσεν ὥστε μηδένα προαισθέσθαι, τὰ δʼ ἐν Πελοποννήσῳ καὶ τῇ ἄλλῃ Ἑλλάδι οὕτως ἔχοντα κατέλαβεν ὑπὸ τῆς ἀφίξεως τῆς Νικάνορος καὶ τῶν ἐπιταγμάτων ὧν ἧκεν φέρων παρʼ Ἀλεξάνδρου περί τε τῶν φυγάδων καὶ περὶ τοῦ τοὺς κοινοὺς συλλόγους Ἀχαιῶν τε καὶ Ἀρκάδων καὶ Βοιωτῶν[*](Βοιωτῶν Blass: τοιούτων Colin.)[*](Desunt col. 18 versus fere duodecim.) [*](Column 19) ταῦτα[*](Col. 19 plerumque restituit Boeckh.) σὺ παρεσκεύακας[*](παρεσκεύακας Jensen: παρῄρησαι Blass.) τῷ ψηφίσματι, συλλαβὼν τὸν Ἅρπαλον, καὶ τοὺς μὲν Ἕλληνας ἅπαντας πρεςβεύεσθαι πεποίηκας ὡς Ἀλέξανδρον, οὐκ ἔχοντας ἄλλην οὐδεμίαν ἀποςτροφήν, τοὺς δὲ ςατράπας,[*](σατράπας Sauppe.) οἳ αὐτοὶ ἂν ἧκον ἑκόντες πρὸς ταύτην τὴν δύναμιν, ἔχοντες τὰ χρήματα καὶ τοὺς στρατιώτας ὅσους ἕκαστος αὐτῶν εἶχεν, τούτους σύμπαντας οὐ μόνον κεκώλυκας ἀποστῆναι ἐκείνου τῇ συλλήψει τῇ Ἁρπάλου, ἀλλὰ καὶ---ἕκαστον αὐτῶν.[*](αὐτῶν Jensen.)[*](Desunt col. 19 versus fere sex et col. 20 versus fere undecim.)
[*](Column 20)---ὑπὸ[*](Coll. 20 et 21 plerumque restituit Blass.) δημοσθένους ἀποσταλείς, παρὰ δʼ Ὀλυμπιάδι Καλλίας ὁ Χαλκιδεύς, ὁ Ταυροσθένους ἀδελφός· τούτους γὰρ ἔγραψε Δημοσθένης Ἀθηναίους εἶναι καὶ χρῆται τούτοις πάντων μάλιστα. καὶ οὐδὲν θαυμαστόν· οὐδέποτε γὰρ οἶμαι ἐπὶ τῶν αὐτῶν μένων εἰκότως φίλους τοὺς ἀπʼ Εὐρίπου κέκτηται. εἶτα σὺ περὶ φιλίας πρὸς ἐμὲ τολμήσεις αὐτίκα μάλα λέγειν [*](Desunt col. 20 versus fere unus et col. 21 unus.) [*](Column 21) ταύτην τὴν φιλίαν διέλυσας αὐτός, ὅτε χρυσίον κατὰ τῆς πατρίδος[*](πατρίδος Boeckh.) ἔλαβες καὶ μετεβάλου. καὶ καταγέλαστον[*](καταγέλαστον Babington.) μὲν σαυτὸν ἐποίησας, κατῄσχυνας δὲ τοὺς ἐκ τῶν ἔμπροσθεν[*](ἔμπροσθεν Boeckh.) χρόνων τῶν αὐτῶν τί σοι προελομένους· καὶ ἐξὸν ἡμῖν λαμπροτάτοις εἶναι παρὰ τῷ δήμῳ καὶ τὸν ὑπόλοιπον βίον ὑπὸ δόξης χρηστῆς παραπεμφθῆναι, ἅπαντα ταῦτα ἀνέτρεψας, καὶ οὐκ αἰσχύνει νυνὶ τηλικοῦτος ὢν ὑπὸ μειρακίων κρινόμενος περὶ δωροδοκίας. καίτοι ἔδει τοὐναντίον ὑφʼ ὑμῶν παιδεύεσθαι τοὺς νεωτέρους τῶν ῥητόρων, καὶ εἴ τι προπετέστερον [*](Column 22) ἔπραττον ἐπιτιμᾶσθαι καὶ κολάζεσθαι. νῦν δὲ τοὐναντίον οἱ νέοι τοὺς ὑπὲρ ἑξήκοντα ἔτη σωφρονίζουσιν. διόπερ, ὦ ἄνδρες δικασταί, δικαίως ἂν ὀργίζοισθε Δημοσθένει, εἰ καὶ δόξης ἱκανῆς καὶ πλούτου πολλοῦ διʼ ὑμᾶς[*](διʼ ὑμᾶς Sauppe.) μετεσχηκὼς μηδʼ ἐπὶ γήρως ὀδῷ[*](ὀδῷ Babington, coll. Polluce ii. 15.) κήδεται τῆς πατρίδος. ἀλλʼ ὑμεῖς μὲν ᾐσχύνεσθε ἐπὶ---ης---υ τοὺς περιεστηκότας τῶν Ἑλλήνων, ὅτε τινῶν[*](τινῶν Blass.) κατεχειροτονεῖτε, εἰ τοιούτους καὶ δημαγωγοὺς καὶ στρατηγοὺς καὶ φύλακας τῶν πραγμάτων ---[*](Desunt col. 22 versus quattuor et col. 23 fere tota.)
[*](Column 24) οὐ γάρ ἐστιν ὁμοίως δεινόν,[*](Col. 24 plerumque restituit Sauppe.) εἴ τις ἔλαβεν, ἀλλʼ εἰ ὅθεν μὴ δεῖ, οὐδέ γʼ ὁμοίως ἀδικοῦσιν οἱ ἰδιῶται οἱ[*](οἱ Blass.) λαβόντες τὸ χρυσίον καὶ οἱ ῥήτορες καὶ οἱ στρατηγοί. διὰ τί; ὅτι τοῖς μὲν[*](καὶ usque ad μὲν Boeckh.) ἰδιώταις Ἅρπαλος ἔδωκεν φυλάττειν τὸ χρυσίον, οἱ δὲ στρατηγοὶ καὶ οἱ ῥήτορες πράξεων ἕνεκα εἰλήφασιν.[*](εἰλήφασιν Babington.) οἱ δὲ νόμοι τοῖς μὲν ἀδικοῦσιν ἁπλᾶ, τοῖς δὲ δωροδοκοῦσιν δεκαπλᾶ τὰ ὀφλήματα προστάττουσιν[*](ἁπλᾶ usque ad προστάττουσιν Blass.) ἀποδιδόναι· ὥσπερ οὖν τὸ τίμημα τιμῆσαι ἔστιν ἐκ τῶν νόμων τούτοις---ς, οὕτω καὶ---αι παρʼ ὑμῶν---σι κατʼ αὐτῶν---αι. ὅπερ γὰρ καὶ ἐν τῷ δήμῳ εἶπον, πολλὰ ὑμεῖς, ὦ ἄνδρες δικασταί, δίδοτε ἑκόντες τοῖς [*](Column 25) στρατηγοῖς καὶ τοῖς ῥήτορσιν ὠφελεῖσθαι, οὐ τῶν νόμων αὐτοῖς δεδωκότων τοῦτο ποιεῖν, ἀλλὰ τῆς ὑμετέρας πραότητος καὶ φιλανθρωπίας· ἓν μόνον παραφυλάττοντες, ὅπως διʼ ὑμᾶς καὶ μὴ καθʼ ὑμῶν ἔσται τὸ λαμβανόμενον. καὶ Δημοσθένη καὶ Δημάδην ἀπʼ αὐτῶν τῶν ἐν τῇ πόλει ψηφισμάτων καὶ προξενιῶν οἶμαι πλείω ἢ ἑξήκοντα τάλαντα ἑκάτερον εἰληφέναι, ἔξω τῶν βασιλικῶν καὶ τῶν παρʼ Ἀλεξάνδρον. οἷς δὲ μήτε ταῦτα ἱκανά ἐστιν μήτʼ ἐκεῖνα, ἀλλʼ ἤδη ἐπʼ αὐτῷ τῷ σώματι τῆς πόλεως δῶρα εἰλήφασι, πῶς οὐκ ἄξιον τούτους κολάζειν ἐστίν; ἀλλὰ τῶν μὲν ἰδιωτῶν ὑμῶν ἐάν [*](Column 26) τις ἀρχήν τινα ἄρχων[*](ἄρχων Boeckh.) διʼ ἄγνοιαν ἢ διʼ ἀπειρίαν[*](διʼ ἀπειρίαν Babington.) ἁμάρτῃ τι, οὗτος[*](οὗτος Sauppe.) ὑπὸ τούτων καταρρητορευθεὶς[*](καταρρητορευθεὶς Sauppe.) ἐν τῷ δικαστηρίῳ ἢ ἀποθανεῖται ἢ ἐκ τῆς πατρίδος ἐκπεσεῖται· αὐτοὶ δὲ τηλικαῦτα ἀδικήσαντες τὴν πόλιν οὐδεμιᾶς τιμωρίας τεύξονται; καὶ Κόνων[*](Κόνων Boeckh.) μὲν ὁ Παιανιεύς, ὅτι[*](ὅτι Babington.) ὑπὲρ τοῦ ὑοῦ ἔλαβεν τὸ θεωρικὸν ἀποδημοῦντος, πέντε δραχμῶν ἕνεκεν ἱκετεύων ὑμᾶς τάλαντον ὦφλεν ἐν τῷ δικαστηρίῳ, τούτων κατηγορούντων· καὶ Ἀριστόμαχος ἐπιστάτης γενόμενος τῆς Ἀκαδημείας, ὅτι σκαφεῖον ἐκ τῆς παλαίστρας μετενεγκὼν εἰς τὸν κῆπον τὸν αὑτοῦ πλησίον ὄντα ἐχρῆτο καὶ ἐφη ---[*](Desunt col. 27 fere tota et col. 28 versus septem.)
[*](Column 28)οὐ μέντοι[*](Coll. 28 et 29 plerumque restituit Blass.) ἡμᾶς ὁ δῆμος ἐν τῷ μετὰ ταῦτα χρόνῳ οὐκ εἴα προςιέναι αὑτῷ οὐδὲ διαλέγεσθαι, ἀλλὰ καὶ συμβούλοις ἐχρῆτο καὶ ςυνηγόροις[*](Desunt versus fere duo.) τοῦ δὲ ἐπιόντος[*](τοῦ δʼ ἐπιόντος ἔτους ci. Jensen.)---ἐπὶ τὴν διοίκησιν τῶν αὑτοῦ ἅπασαν ταμίαν[*](ταμίαν Kenyon.) ἐχειροτόνηςεν, ὑπολαμβάνων χάριν αὐτῷ παρʼ ἡμῶν ὀφείλεσθαι, ὅπερ δίκαιον ἦν. καὶ πρὸς τούτοις ἀγώνων ἡμῖν ὕστερον πολλῶν γεγενημένων ἐξ ἐκείνων[*](ἐξ ἐκείνων Kenyon.) τῶν πραγμάτων[*](πραγμάτων Kenyon.) καὶ [*](Column 29) αὐτοῦ[*](καὶ αὐτοῦ Jensen: καὶ περὶ Blass.) τοῦ πολέμου, οὐδεπώποτε ἡμῶν οὗτοι κατεψηφίσαντο, ἀλλʼ ἐκ πάντων ἔσωσαν, ὅπερ μέγιστον καὶ ἀξιοπιστότατον[*](ἀξιοπιστότατον Kenyon.) τῆς τοῦ δήμου εὐνοίας[*](εὐνοίας Fuhr: διανοίας Blass.) σημεῖον. καὶ γράψαι, ὦ Δημόσθενες[*](Desunt aliquot versus.) --- ὑπὸ[*](Hoc fragmentum, quod ad finem orationis habet Kenyon, huc inseruit Blass.) τοῦ ψηφίσματος ἡλωκέναι σε αὐτόματον, οὐκ ἐποίησαν---γενομεν [*](Desunt aliquot versus.) ὁ [*](Column 30) δῆμος[*](Col. 30 plerumque restituit Fuhr.) ἐποίησεν, ὥστʼ αὐτὸς ὑπὸ τῆς τύχης ἀφαιρεθεὶς τὸν στέφανον, ἡμῶν ὃν ἔδωκεν οὐκ ἀφείλετο. οὕτως οὖν ἡμῖν τοῦ δήμου προσενηνεγμένου, οὐ πάντα τὰ δίκαιʼ ἂν αὐτῷ ἡμεῖς ὑπηρετοῖμεν[*](ὑπηρετοῖμεν Blass.) καὶ εἰ δέοι[*](δέοι Boeckh.) ἀποθνῄσκοιμεν ὑπὲρ αὐτοῦ; ἐγὼ μὲν οἶμαι· ἀλλὰ ςὺ κατὰ τοῦ δήμου ---[*](Desunt aliquot versus.) --- ςθαι εὐεργετήματα·[*](Hoc fragmentum, quod ad finem orationis habet Kenyon, huc inseruit Blass.) οὐ γὰρ τὴν ἑτέρων πατρίδα εὖ ποιεῖν αὐτοὺς ἀλλὰ τὴν ἑαυτῶν, οὐδὲ [*](Desunt aliquot versus.) [*](Column 31) ---αν καὶ λόγου δύναμιν ἀποδεικνύμενος διατετέλεκας· καὶ ὅτε μὲν ἡγοῦ τὴν βουλὴν ἀποφανεῖν τοὺς ἔχοντας τὸ χρυσίον, πολεμικὸς ὢν καὶ ταράττων τὴν πόλιν, ἵνα τὴν ζήτησιν ἐκκρούοις· ἐπειδὴ δὲ ἀναβάλοιτο τὸ ἀποφῆναι ἡ βουλή, οὔπω φάσκουσα εὑρηκέναι, τότʼ ἐν τῷ δήμῳ συγχωρῶν Ἀλεξάνδρῳ καὶ τοῦ Διὸς καὶ τοῦ Ποσειδῶνος εἶναι εἰ βούλοιτο,[*](εἶναι εἰ βούλοιτο Sauppe.) καὶ ἀφικομένου[*](ἀφικομένου ci. Blass,τοῦ Νικάνορος add. Colin.) ---[*](Desunt col. 31 versus fere decem.) [*](Column 32) ---οστους---ἐβούλετο[*](Coll. 32 et 34 plerumque restituit Sauppe.)--- στῆσαι εἰκόνα Ἀλεξάνδρου βασιλέως τοῦ ἀνικήτου θεοῦ---και---ἀγγελίαν[*](ἀγγελίαν Blass.)---Ὀλυμπίας.[*](Ὀλυμπίας Blass.)---ἀπήγγειλε τῷ δήμῳ ---[*](Desunt col. 32 versus fere quattuordecim et col. 33 fere tota.)
[*](Column 34)---τῶν ἐγκλημάτων, καὶ κήρυγμα περὶ τούτων ἐποιήσατο· οἱ δʼ ἀντὶ τοῦ ἀποδόντες ἃ ἔλαβον ἀπηλλάχθαι τιμωρίας καθʼ αὑτῶν καὶ ζητήσεις ἔγραφον. τοὺς δὴ τὸ μὲν ἐξ ἀρχῆς ἀδικήσαντας καὶ δωροδοκήσαντας, ἀδείας δʼ αὐτοῖς δοθείσης μὴ ἀποδόντας τὸ χρυσίον τί χρὴ ποιεῖν; ἐᾶν ἀτιμωρήτους; ἀλλʼ αἰσχρόν, ὦ ἄνδρες δικασταί, ἰδίων ἕνεκα ἐγκλημάτων πόλεως σωτηρίαν κινδυνεύειν· οὐ γὰρ ἔστιν ὑμᾶς τούτων ἀποψηφίσασθαι, μὴ ἐθέλοντας[*](ἐθέλοντας Thalheim.) ἀναδέξασθαι καὶ τὰ[*](καὶ τὰ Thalheim.) ἀδικήματα [*](Column 35) [*](Desunt col. 34 versus fere quattuor et col. 35 versus fere undeviginti.) μὴ[*](Col. 35 restituit Blass.) τοίνυν, ὦ ἄνδρες δικαςταί, προτιμᾶτε τὴν τούτων πλεονεξίαν τῆς ὑμετέρας αὐτῶν σωτηρίας· μηδὲ λημμάτων αἰσχρῶν ἕνεκα τὸν πόλεμον, ἀλλὰ πραγμάτων ἀξιωτέρων [*](Column 36) καὶ μεταλλαγῆς ἀμείνονος ποιήσησθε ---[*](Desunt col. 36 versus fere viginti sex et col. 37 versus quinque.)
[*](Column 37)---εσαλε---ὑπὲρ αὐτῶν ε---οις τὴν εἰρήνην ἐποιησάμεθα---βουλευω---ων χρη---εν χε [*](Column 38) [*](Desunt versus fere sedecim.)αὐτῷ παρʼ ἑκάστου ἡμῶν γίγνεσθαι, καὶ τὸ μὲν κατηγορεῖν ἐν τῷ δικαστηρίῳ καὶ ἐξελέγχειν τοὺς εἰληφότας τὰ χρήματα καὶ δεδωροδοκηκότας κατὰ τῆς πατρίδος ἡμῖν[*](Col. 38 plerumque restituit Blass.) προςέταξεν τοῖς ᾑρημένοις κατηγόροις· τὸ δʼ ἀποφῆναι τοὺς εἰληφότας ἀπέδωκεν τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου, ἣ τούτους εἰς τὸν δῆμον ἀπέδειξεν· τὸ δὲ κολάσαι τοὺς ἀδικοῦντας[*](τοὺς ἀδικοῦντας Fuhr:τοῖς δικάσταις Blass.) ὑμῖν [*](Desunt versus fere undecim.) ἐξ Ἀρείου [*](Column 39) πάγου. ἐὰν δὲ ἡ ψῆφος μὴ ἀκόλουθος γένηται τοῖς νόμοις καὶ τοῖς δικαίοις, τοῦτο δή, ὦ ἄνδρες δικασταί, παρʼ ὑμῖν ἔσται καταλελειμμένον. διόπερ δεῖ πάντας ὑμᾶς[*](Post ὑμᾶς add.ἀποβλέψαντας εἰς Boeckh.) [*](Desunt versus fere quattuor.) τὴν σωτηρίαν τῆς πόλεως καὶ τὴν ἄλλην [τὴν][*](τὴν del. Blass.) εὐδαιμονίαν τὴν ὑπάρχουσαν ὑμῖν ἐν τῇ χώρᾳ καὶ κοινῇ πᾶσι καὶ ἰδίᾳ ἑνὶ ἑκάστῳ, καὶ εἰς τοὺς τάφους τοὺς τῶν προγόνων, τιμωρήσασθαι τοὺς ἀδικοῦντας ὑπὲρ ἁπάσης τῆς πόλεως, καὶ μήτε λόγου παράκλησιν [*](Desunt versus tres.) τοὺς [*](Column 40) εἰληφότας[*](Col. 40 plerumque restituit Boeckh, sed τοὺς εἰληφότας Sauppe.) δῶρα κατὰ τῆς πατρίδος καὶ τῶν νόμων· μηδὲ τοῖς δακρύοις τοῖς Ἁγνωνίδου προσέχετε τὸν νοῦν, ἐκεῖνο λογιζόμενοι, ὅτι ἀτυχήσαντι μὲν [*](Desunt versus fere decem.) οὗτος δʼ ἂν κλαίων[*](κλαίων Blass.) οὐ δίκαια ποιήςειεν,[*](ποιήσειεν Blass.) ὥσπερ καὶ οἱ λῃσταὶ οἱ ἐπὶ τοῦ τροχοῦ κλαίοντες, ἐξὸν αὐτοῖς μὴ ἐμβαίνειν εἰς τὸ πλοῖον. οὕτω καὶ Δημοσθένης τί προςῆκον[*](προσῆκον Blass.) κλαιήσει, ἐξὸν[*](ἐξὸν Sauppe: δέον Blass.) αὐτῷ μὴ λαμβάνειν---
[a]Priscianus xviii. 235 ἀλλὰ τοὺς νεωτέρους ἐπὶ βοήθειαν καλεῖς, οὓς ὕβριζες καὶ ἐλοιδοροῦ ἀκρατοκώθωνας ἀποκαλῶν;
[b]Athenaeus x. 424d εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σε.
[c]Harpocration, s.v. παραγραφή οὐδὲ μέχρι παραγραφῆς.
[—]Photius, p. 116, 22 (Reitz) ἄνανδρος.