Against Athenogenes
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
συναγαγὼν δʼ ἐγὼ πανταχόθεν καὶ τοὺς φίλους ἐνοχλήσας καὶ θεὶς ἐπὶ τὴν τράπεζαν τὰς τετταράκοντα μνᾶς ἧκον ὡς τὴν Ἀντιγόναν. κἀκείνη ςυνήγαγεν[*](συνήγαγεν Revillout.) ἡμᾶς εἰς τὸ αὐτό, ἐμέ τε καὶ Ἀθηνογένην, καὶ διήλλαξε, καὶ παρεκελεύσατο τοῦ λοιποῦ εὖ ποιεῖν ἀλλήλους. καὶ ἔγωγʼ ἔφην ταῦτα ποιήσειν, καὶ Ἀθηνογένης οὑτοσὶ ὑπολαβὼν εἶπεν ὅτι τῶν πεπραγμένων δεῖ με χάριν ἔχειν Ἀντιγόνᾳ· καὶ νῦν, ἔφη, ταύτης ἕνεκα ἤδη σοι ἐνδείξομαι ὅσα σε ἀγαθὰ ποιήσω. σὺ μὲν γάρ,[*](γάρ Diels.) ἔφη, τὸ[*](τὸ Diels.) ἀργύριον ἐπʼ ἐλευθερίᾳ καταβαλεῖς[*](καταβαλεῖς Kenyon.) τοῦ[*](τοῦWeil:τῇDiels.) Μίδου[*](Μίδου Revillout.) καὶ τῶν παίδων, ἐγὼ δέ σοι ἀποδώσομαι αὐτοὺς ὠνῇ καὶ πράσει, ἵνα πρῶτον μὲν μηδεὶς παρενοχλῇ[*](παρενοχλῇ Blass: σε ἐνοχλῇ Revillout.) μηδὲ διαφθείρῃ τὸν παῖδα, ἔπειτʼ[*](παῖδα, ἔπειτʼ Blass (secundum Jensen': Μίδαν, εἶτʼ Kenyon.) αὐτοὶ μὴ[*](μὴ Blass.) ἐγχειρῶσι πονηρεύεσθαι[*](πονηρεύεσθαι Weil.) μηδὲν διὰ τὸν φόβον.[*](φόβον Kenyon.)