Against Athenogenes

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

σκέψαι δέ, ὦ Ἀθηνόγενες, μὴ μόνον περὶ τῶν οἰκετῶν, ἀλλὰ καὶ περὶ τῶν ἐλευθέρων σωμάτων ὃν τρόπον οἱ νόμοι ἔχουσιν. οἶσθα γὰρ δήπου καὶ σὺ καὶ οἱ[*](οἱ add. Blass.) ἄλλοι πάντες ὅτι οἱ ἐκ τῶν ἐγγυητῶν γυναικῶν παῖδες οὗτοι γνήσιοί εἰσιν. ἀλλὰ μὴν[*](ἀλλὰ μὴνet sq. ad col. 8 finem plerumque restituit Revillout.) οὐκ ἀπέχρησε τῷ νομοθέτῃ τὸ ἐγγυηθῆναι τὴν γυναῖκα ὑπὸ τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ, ἀλλʼ ἔγραψε διαρρήδην ἐν τῷ νόμῳ, ἣν ἂν ἐγγυήσῃ τις ἐπὶ δικαίοις δάμαρτα ἐκ ταύτης εἶναι παῖδας γνησίους,[*](εἶναι παῖδας γνησίουςWeil.) καὶ οὐκ[*](καὶ οὐκ Blass: ἀλλʼ οὐκ Weil.) ἐάν τις ψευςάμενος ὡς θυγατέρα ἐγγυήσῃ ἄλλην τινά. ἀλλὰ τὰς μὲν δικαίας[*](ὡς θυγατέρα usque ad δικαίας Fuhr.) ἐγγύας κυρίας, τὰς δὲ μὴ δικαίας ἀκύρους καθίστησιν.[*](κυρίαςusque adκαθίστησινBlass.)

ἔτι δὲ καὶ ὁ περὶ τῶν [*](Column 8) διαθηκῶν νόμος παραπλήσιος τούτοις ἐστίν· κελεύει γὰρ ἐξεῖναι[*](γὰρ ἐξεῖναι Blass.) τὰ ἑαυτοῦ διατίθεσθαι ὅπως ἄν[*](ὅπως ἄν Fuhr.) τις βούληται πλὴν ἢ γήρως ἕνεκεν ἢ νόσου ἢ μανιῶν ἢ γυναικὶ πειθόμενον ἢ ὑπὸ δεσμοῦ ἢ ὑπὸ ἀνάγκης καταληφθέντα. ὅπου δὲ οὐδὲ περὶ τῶν αὑτοῦ ἰδίων αἱ μὴ δίκαιαι[*](μὴ δίκαιαι Blass.) διαθῆκαι κύριαί εἰσιν, πῶς Ἀθηνογένει γε κατὰ τῶν[*](κατὰ τῶν Kenyon.) ἐμῶν συνθεμένῳ τοιαῦτα δεῖ κύρια εἶναι;

καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ[*](γράψῃ Diels.) ἄκυροι ἔσονται, εἰ δʼ ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με[*](με Weil.) δεῖ, ὃς ἔχω μεγίςτην[*](μεγίστην Weil.) βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰςχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑταίρα σου[*](ἑταίρα σουDiels.) ἐςημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις προςλαμβάνειν τι ἀξιοῦτε.[*](ὑπὲρ ὧν usque ad ἀξιοῦτε Jensen in add.: alii alia.) καὶ οὐχ ἱκανόν σοι ἦν τὰς[*](ἦν τὰςWeil.) τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου[*](προσαφείλουKenyon:ἀπεστερήκατεWeil.) με ὥσπερ ὑπο[*](ὑποχείριον ἐν ποδοστράβῃ κατειλημμένον Revillout, coll. Harpocratione s.v. ποδοστράβη· ὑπὸ θηρευτοῦ κτλ. Richards.)---κατειλημμένον