Against Philippides

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

καὶ ἓν μὲν σῶμα ἀθάνατον ὑπείληφας ἔσεσθαι, πόλεως δὲ τηλικαύτης θάνατον κατέγνως, οὐδʼ ἐκεῖνο συνιδών, ὅτι τῶν μὲν τυράννων οὐδεὶς πώποτε τελευτήσας ἀνεβίωσεν, πόλεις δὲ πολλαὶ ἄρδην ἀναιρεθεῖσαι πάλιν ἴσχυσαν. οὐδὲ τὰ ἐπὶ τῶν τριάκοντα ἐλογίσασθε, οὐδʼ ὡς καὶ τῶν ἐπιστρατευσάντων καὶ τῶν ἔνδοθεν συνεπιθεμένων αὐτῇ περιεγένετο, ἀλλὰ φανεροὶ ἐγένεσθε καιροφυλακοῦντες τὴν πόλιν εἴ ποτε δοθήσεται ἐξουσία λέγειν τι ἢ πράττειν κατὰ τοῦ δήμου.