Against Philippides
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
πρὸς δὲ τούτοις αὐτὸς ὑμῖν[*](Coll. 4 ad 8 plerumque restituit Kenyon, sed ὑμῖν Koehler: ἡμῖν L.) οὗτος ῥᾳδίαν πεποίηκεν τὴν γνῶσιν· ἔγραψεν γὰρ ὧν ἕνεκα ἐστεφάνωσεν τοὺς προέδρους, δικαιοσύνης τε τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ διότι κατὰ τοὺς νόμους προηδρεύκασιν. ἐπὶ δὴ[*](δὴ Blass.) ταῦτʼ ἄγετʼ αὐτὸν ἀπολογησόμενον, καὶ σύ, ὦ Φιλιππίδη, δείξας ἀληθῆ εἶναι τὰ περὶ τῶν προέδρων, ἃ ὑπέθου ἐν τῷ ψηφίςματι, ἀπόφευγε.