Against Philippides
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
διὰ τί; ὅτι πρῶτον μὲν οὐ παρʼ [*](Column 2) ἑτέρου σʼ ἔδει μαθεῖν ὅτι ὁ δῆμος χάριτας ἀποδίδωσιν τοῖς εὐεργέταις, ἀλλὰ παρὰ σαυτοῦ· αὐτὸς γὰρ ὑπὲρ ὧν ἕτεροι εὐεργέτησαν νῦν τὰς τιμὰς κομίζει. ἔπειθʼ ὅτι ἐν νόμῳ γράψας ὁ δῆμος ἀπεῖπεν μήτε λέγειν ἐξεῖναι μηδενὶ κακῶς Ἁρμόδιον καὶ Ἀριςτογείτονα, μήτʼ ᾆσαι ἐπὶ[*](ᾆσαι ἐπὶ Jebb.) τὰ κακίονα. ᾗ[*](ᾗ Blass:ἢ L, Kenyon.) καὶ δεινόν ἐστιν εἰ τοὺς μὲν σοὺς προγόνους ὁ δῆμος οὐδὲ μεθυσθέντι ᾤετο δεῖν ἐξεῖναι κακῶς εἰπεῖν, σὺ δὲ νήφων τὸν δῆμον κακῶς λέγεις.