Against Philippides
Hyperides
Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
καὶ ἂν[*](ἂν Jenson:ἐὰν Kenyon.) ἄρα λέγῃ τις ἀναβὰς ὡς δὶς ἥλωκεν πρότερον παρανόμων, καὶ διὰ τοῦτο φῇ δεῖν ὑμᾶς ἀποψηφίσασθαι, τοὐναντίον ποιεῖτε κατʼ ἀμφότερα. πρῶτον μὲν ὅτι εὐτύχημά ἐστιν τὸν ὁμολογουμένως τὰ παράνομα γράφοντα τὸ τρίτον κρινόμενον λαβεῖν· οὐ γὰρ ὥσπερ ἀγαθοῦ τινος φείδεσθαι προσήκει τούτου, ἀλλὰ τὴν ταχίστην ἀπηλλάχθαι, ὅς γε τοῦ τρόπου δὶς ἤδη ἐν ὑμῖν [*](Column 8) βάσανον δέδωκεν.