In Defence of Lycophron

Hyperides

Hyperides. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

[*](Column 41)---καὶ ἰδίᾳ ἕκαστος καὶ κοινῇ, ἔπειτα τῷ νόμῳ καὶ τῷ ὅρκῳ, ὃς κελεύει ὑμᾶς ὁμοίως ἀκούειν τῶν τε κατηγόρων[*](κατηγόρων Fuhr:κατηγορούντων Kenyon.) καὶ τῶν ἀπολογουμένων καὶ ---[*](Desunt col. 41 versus fere viginti unus et col. 42 fere tota.)

[*](Column 43) τῇ κατηγορίᾳ χρῆσθαι, οὕτω καὶ ἐμὲ ἐᾶτε ὃν τρόπον προῄρημαι καὶ ὡς ἂν δύνωμαι ἀπολογεῖσθαι. καὶ μηδεὶς ὑμῶν ἀπαντάτω μοι μεταξὺ λέγοντι, τί τοῦθʼ ἡμῖν λέγεις; μηδὲ προστίθετε τῇ κατηγορίᾳ παρʼ ὑμῶν αὐτῶν μηδέν, ἀλλὰ μᾶλλον τῇ ἀπολογίᾳ ---[*](Desunt col. 43 versus fere quindecim et col. 44 versus fere decem.)

[*](Column 44)οὐδὲ ὁ νόμος συγκατηγορεῖν[*](συγκατηγορεῖν Sauppe.) μὲν τῷ βουλομένῳ κατὰ τῶν κρινομένων[*](κρινομένων Boeckh, Sauppe.) ἐξουσίαν δίδωσι, συναπολογεῖσθαι δὲ κωλύει. ἵνα δὲ μὴ πρὸ τοῦ πράγματος πολλοὺς λόγους ἀναλώσω,[*](ἀναλώσω Babington.) ἐπʼ αὐτὴν τὴν ἀπολογίαν[*](ἀπολογίαν Boeckh, Sauppe.) πορεύσομαι, τοῖς μὲν θεοῖς εὐξάμενος βοηθῆσαί μοι καὶ σῶσαι ἐκ τοῦ παρόντος ἀγῶνος, ὑμᾶς δέ, ὦ ἄνδρες δικασταί, ἐκεῖνο παραιτησάμενος, πρῶτον ---[*](Deest col. 45 fere tota.)