Against Philocles
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ὑπὲρ πάσης, ὦ Ἀθηναῖοι, τῆς χώρας νῦν μέλλετε φέρειν τὴν ψῆφον, καὶ τῶν ἐν ταύτῃ κατεσκευασμένων ἱερῶν καὶ τῶν ἀρχαίων νομίμων καὶ τῆς παραδεδομένης ὑπὸ τῶν προγόνων ὑμῖν[*](ὑμῖν Reiske: ὑμῶν codd.) πολιτείας, οὐχ ὑπὲρ Φιλοκλέους μόνον· οὗτος μὲν[*](μὲν om. A.) γὰρ αὑτοῦ πάλαι θάνατον κατέγνωκε. ταῦθʼ ὑμᾶς ἱκετεύων ἐγὼ δικαιοτέραν πολὺ δέησιν δέομαι τούτων τῶν τοιαῦτα[*](τοιαῦτα Blass: ταῦτα codd.) πεπραχότων, μὴ ἐγκαταλιπεῖν ὑπὲρ ὧν οἱ πρόγονοι πολλοὺς ὑπέμειναν κινδύνους, μηδʼ εἰς ἀδοξίαν αἰσχρὰν ἀγαγεῖν τὸ τῆς πόλεως ἀξίωμα, μηδὲ ἀντικαταλλάξασθαι[*](ἀντικαταλλάξασθαι Hirschig: καταλλάξασθαι codd.) τὴν πρὸς τούτους χάριν τῶν νόμων καὶ τῶν τοῦ δήμου ψηφισμάτων[*](ψηφισμάτων add. Maetzner.) καὶ τῶν τῆς βουλῆς ἀποφάσεων.
ἀκριβῶς γὰρ ἴστε, ὦ Ἀθηναῖοι, ἀκριβῶς, ὅτι ὑμεῖς μὲν παρὰ πᾶσιν ἀνθρώποις ἐπαινεῖσθε ταῖς γεγενημέναις ζητήσεσιν ὑπὲρ τούτων τῶν χρημάτων, οἱ δʼ ἐξεληλεγμένοι κατὰ τῆς ἑαυτῶν πατρίδος δῶρα εἰληφότες πονηροὶ καὶ ἄδικοι καὶ μισόδημοι νομίζονται εἶναι, φιλεῖν ὑμᾶς φάσκοντες καὶ πράττειν ὑπὲρ τῶν τῆς πόλεως ἀγαθῶν, καὶ διʼ ὑμᾶς ἔνδοξοι γεγενημένοι.[*](κατὰ φιλοκλέους subicit N: deesse quaedam putant Baiter et Sauppe.)