Against Aristogiton

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

καὶ μόνῳ τούτῳ προσέγραψαν τὴν αἰτίαν διʼ ἣν ὁ δῆμος ἐξέβαλεν αὐτὸν ἐκ τῆς πόλεως, γράψαντες διαρρήδην· Ἄρθμιον τὸν Πυθώνακτος τὸν Ζελείτην πολέμιον εἶναι τοῦ δήμου καὶ τῶν συμμάχων, αὐτὸν καὶ γένος, καὶ φεύγειν Ἀθήνας ὅτι τὸν ἐκ Μήδων χρυσὸν ἤγαγεν εἰς Πελοπόννησον. καίτοι εἰ τὸν ἐν Πελοποννήσῳ χρυσὸν ὁ δῆμος πολλῶν κακῶν αἴτιον ἡγεῖτο τοῖς Ἕλλησιν εἶναι, πῶς χρὴ ῥᾳθύμως ἔχειν ὁρῶντας ἐν αὐτῇ[*](αὐτῇ Dobree: ταύτῃ codd.) τῇ πόλει δωροδοκίαν γιγνομένην; καί μοι σκοπεῖτε ταύτην τὴν στήλην.

Στήλη

καίτοι, ὦ Ἀθηναῖοι, τί ἂν οἴεσθʼ ἐκείνους τοὺς ἄνδρας ποιῆσαι[*](ποιῆσαι hic N: supra post οἴεσθε Α.) λαβόντας ἢ στρατηγὸν ἢ ῥήτορα πολίτην ἑαυτῶν δῶρα δεχόμενον ἐπὶ τοῖς τῆς πατρίδος συμφέρουσιν, οἳ τὸν ἀλλότριον καὶ τῷ γένει καὶ τῇ φύσει τῆς Ἑλλάδος ἄνθρωπον οὕτω δικαίως καὶ σωφρόνως ἐξήλασαν [ἐκ Πελοποννήσου πάσης];[*](ἐκ Πελοποννήσου πάσης del. Bekker.) τοιγάρτοι τῆς πόλεως καὶ τῶν προγόνων ἀξίως ἐκινδύνευσαν πρὸς τὸν βάρβαρον.[*](κατὰ ἀριστογείτονος subicit N: deesse quaedam putant Baiter et Sauppe.)