Against Aristogiton

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

ὅτι δῶρα καθʼ ὑμῶν ἐξηλέγχθησαν λαμβάνοντες, ἀλλʼ ἐτιμωρήσασθε, καὶ δικαίως, οἷς εἰ μὴ πάντα ἀλλὰ πολλά γε συνῇστε[*](συνῇστε Hirschig: σύνιστε codd.) χρήσιμα πεπολιτευμένοις[*](πεπολιτευμένοις Ν: πολιτευομένοις Α.)· τὸν δὲ κατάρατον τοῦτον, ὃς ἀγαθὸν μὲν ὑμᾶς οὐδεπώποτε πεποίηκεν[*](οὐδεπώποτε πεποίηκεν Maetzner: οὐδέποτε πεποίηκεν Ν: πεποίηκεν οὐδεπώποτε Α.) ἐξ οὗ πρὸς τὴν πόλιν προσελήλυθε, κακὸν δʼ ὅ τι δυνατός ἐστιν, ἀφήσετε; καὶ τίς οὐκ ἂν ἐγκαλέσειεν ὑμῖν τοῖς τοῦτον προσδεχομένοις[*](προσδεχομένοις Ν: δεχομένοις Α.) σύμβουλον; ὅταν γὰρ ἄνθρωπος γνώριμον καὶ φανερὰν[*](γνώριμον καὶ φανερὰν Reiske: γνώριμος καὶ φανερὸς codd.) καὶ περιβόητον τὴν πονηρίαν παρὰ πᾶσι τοῖς πολίταις ἔχων ἐν ὑμῖν[*](ἐν ὑμῖν om. A.) δημηγορῇ, τότε τοὺς ἀκούοντας ὑμᾶς οἱ περιεστηκότες θαυμάσουσι, πότερα[*](πότερα Ν: πότερον Α.) βελτίους οὐκ ἔχετε συμβούλους ἢ καὶ χαίρετε τῶν τοιούτων ἀκούοντες.

χρὴ δʼ, ὦ Ἀθηναῖοι, ὥσπερ οἱ πρῶτοι νομοθέται περὶ τῶν ἐν τῷ δήμῳ λεγόντων τοῖς προγόνοις ὑμῶν[*](ὑμῶν Ν: ἡμῶν Α.) ἐνομοθέτησαν, οὕτω καὶ ὑμᾶς ζητεῖν ἀκούειν, ἵνα βελτίους τοὺς προσιόντας ὑμῖν ποιήσητε. πῶς οὖν ἐκεῖνοι περὶ τούτων ἐγίγνωσκον; πρῶτον μὲν καθʼ ἑκάστην ἐκκλησίαν[*](ἐκκλησίαν add. Dobree.) δημοσίᾳ κατὰ τῶν πονηρῶν ἀρὰς ποιούμενοι, εἴ τις δῶρα λαμβάνων μετὰ ταῦτα λέγει καὶ γιγνώσκει περὶ τῶν πραγμάτων, ἐξώλη τοῦτον εἶναι· ὧν οὗτος νῦν ἐστιν Ἀριστογείτων·