Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
τοιοῦτος ὑμῖν ὁ σύμβουλος, καὶ δύο ταύτας μόνας ἐν τῷ βίῳ[*](ἐν τῷ βίῳ] delendum ci. Maetzner, qui post μάχην interpunxit.) Δημοσθένης πεποίηται ἀποδημίας, μετὰ τὴν μάχην ὅτʼ ἀπεδίδρασκεν ἐκ τῆς πόλεως, καὶ νῦν εἰς Ὀλυμπίαν, ἐπεὶ Νικάνορι διὰ τῆς ἀρχεθεωρίας ἐντυχεῖν ἐβούλετο. ἄξιόν γε τούτῳ παρακαταθέσθαι τὴν πόλιν καὶ ἐπιτρέψαι[*](ἐπιτρέψαι Α: ἐπιτρέψειν Ν.) κινδυνεύειν μέλλοντας, ὃς ὅτε μὲν ἔδει μάχεσθαι μετὰ τῶν ἄλλων τοῖς πολεμίοις, λιπὼν τὴν τάξιν ᾤχετο ἀπιὼν οἴκαδε, ἐπειδὴ δὲ προσῆκεν οἴκοι κινδυνεύειν μετὰ τῶν ἄλλων, πρεσβευτὴν αὐτὸς αὑτὸν προβαλόμενος[*](προβαλόμενος A corr. ras.: προβαλλόμενος A pr. N.) ᾤχετο ἐκ τῆς πόλεως ἀποδρὰς,
ἐπειδὴ δὲ πρεσβεύειν ἔδει περὶ τῆς εἰρήνης, οὐκ ἂν ἔφασκεν ἐκ τῆς πόλεως ἐξελθεῖν οὐδὲ τὸν ἕτερον πόδα, ἐπειδὴ δὲ τοὺς φυγάδας Ἀλέξανδρον ἔφασαν κατάγειν καὶ Νικάνωρ εἰς Ὀλυμπίαν ἧκεν, ἀρχεθεωρὸν αὑτὸν ἐπέδωκε[*](ἐπέδωκε Scaliger: ἀπέδωκε codd.) τῇ βουλῇ. τοιοῦτος οὗτος, ἐν μὲν ταῖς παρατάξεσιν οἰκουρός, ἐν δὲ τοῖς οἴκοι μένουσι πρεσβευτής, ἐν δὲ τοῖς πρεσβευταῖς δραπέτης ἐστίν.
λέγε δὴ[*](Post δὴ lacunam susp. Maetzner, infra post ὑμῶν Weil.)---καὶ τὸ περὶ ζητήσεως τῶν χρημάτων ψήφισμα, ἃ[*](ἃ Maetzner: ὃ codd.) ἔγραψε Δημοσθένης τῇ ἐξ Ἀρείου πάγου βουλῇ περὶ αὑτοῦ τε καὶ ὑμῶν, ἵνα παρʼ ἄλληλα θεωρήσαντες εἰδῆτε τὴν Δημοσθένους ἀπόνοιαν.
Ψήφισμα