Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
νομίσαντες οὖν, ὦ Ἀθηναῖοι, καθʼ ὑμῶν πάντας τούτους ἀναβαίνειν καὶ κοινοὺς ἐχθροὺς εἶναι τῶν νόμων καὶ τῆς πόλεως ἁπάσης, μὴ ἀποδέχεσθʼ αὐτῶν, ἀλλὰ κελεύετʼ ἀπολογεῖσθαι περὶ τῶν κατηγορημένων· μηδὲ τὴν αὐτοῦ τούτου μανίαν, ὃς μέγα φρονεῖ ἐπὶ τῷ δύνασθαι λέγειν, καὶ ἐπειδὰν φανερὸς[*](φανερὸς Α: φανερῶς Ν.) ὑμῖν γένηται δωροδοκῶν, ἔτι μᾶλλον ἐξελήλεγκται φενακίζων ὑμᾶς, ἀλλὰ[*](ἀλλὰ add. Reiske.) τιμωρήσασθε ὑμῶν αὐτῶν καὶ τῆς πόλεως ἀξίως. εἰ δὲ μή, μιᾷ ψήφῳ καὶ ἑνὶ ἀγῶνι πάντας τοὺς ἀποπεφασμένους καὶ τοὺς μέλλοντας ἀφέντες εἰς ὑμᾶς αὐτοὺς καὶ τὸν δῆμον τὴν τούτων δωροδοκίαν τρέψετε, κἂν[*](κἂν N corr. A corr.: κα. N pr.: καὶ A pr.: κᾆθʼ Blass.) ὕστερον ἐγκαλῆτε[*](ἐγκαλῆτε N corr. A corr.: ἐγκαλ. τε N pr.: ἐγκαλεῖτε A pr. Blass.) τοῖς ἀφεῖσιν, ὅτε οὐδὲν ἔσται πλέον ὑμῖν.
ἐγὼ μὲν οὖν, ὅσον εἰς τὸ μέρος τοὐμὸν τῆς κατηγορίας ἥκει, βεβοήθηκα, τἆλλα πάντα παριδὼν πλὴν τοῦ δικαίου καὶ τοῦ συμφέροντος ὑμῖν. οὐκ ἐγκαταλέλοιπα τὴν πόλιν, οὐ χάριν προὐργιαιτέραν τῆς τοῦ δήμου χειροτονίας ἐποιησάμην. ἀξιῶν δὲ καὶ ὑμᾶς τὴν αὐτὴν γνώμην ἔχειν, παραδίδωμι τὸ ὕδωρ τοῖς ἄλλοις κατηγόροις.[*](κατὰ δημοσθένους subicit N.)