Against Demosthenes

Dinarchus

Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.

μὴ οὖν ἄχθεσθʼ αὐτοῦ κλαίοντος καὶ ὀδυρομένου· πολὺ γὰρ ἂν δικαιότερον ἐλεήσαιτε[*](ἐλεήσαιτε Dobree: ἐλεήσετε codd.) τὴν χώραν, ἣν οὗτος καθίστησιν εἰς τοὺς κινδύνους τοιαῦτα πράττων, ἣ τοὺς ἐξ αὑτῆς γεγενημένους ὑμᾶς ἱκετεύει, παραστησαμένη τὰ ὑμέτερα τέκνα καὶ γυναῖκας, τιμωρήσασθαι τὸν προδότην καὶ σῴζειν ἑαυτήν, ὑπὲρ ἧς οἱ πρόγονοι πολλοὺς καὶ καλοὺς[*](καὶ καλοὺς] del. Baiter.) κινδύνους ὑπομείναντες ἐλευθέραν ὑμῖν αὐτὴν παραδεδώκασιν, ἐν ᾗ πολλὰ καὶ καλὰ παραδείγματα λέλειπται τῆς τῶν τελευτησάντων ἀρετῆς.

εἰς ταύτην ἀποβλέψαντας, ὦ Ἀθηναῖοι, καὶ τὰς ἐν αὐτῇ γιγνομένας πατρίους θυσίας καὶ τὰς τῶν προγόνων θήκας φέρειν δεῖ τοὺς εὖ φρονοῦντας τὴν ψῆφον. καὶ ὅταν Δημοσθένης ἐξαπατῆσαι βουλόμενος καὶ παρακρουόμενος ὑμᾶς[*](ὑμᾶς Α: ἡμᾶς Ν.) οἰκτίζηται καὶ δακρύῃ, ὑμεῖς εἰς τὸ τῆς πόλεως σῶμʼ ἀποβλέψαντες καὶ τὴν πρότερον δόξαν ὑπάρχουσαν[*](ὑπάρχουσαν αὐτῇ Ν: αὐτῇ ὑπάρχουσαν Α.) αὐτῇ ἀντίθετε, πότερον ἡ πόλις ἐλεεινοτέρα διὰ τοῦτον γέγονεν ἢ διὰ τὴν πόλιν Δημοσθένης.