Against Demosthenes
Dinarchus
Dinarchus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954.
ὁρᾶτε, ὦ Ἀθηναῖοι, τί μέλλετε ποιεῖν. παρειλήφατε παρὰ τοῦ δήμου τὸ πρᾶγμα, τὸ γεγενημένον εἰδότος,[*](εἰδότος Emperius: εἶδος codd.: ἤδη Ald.) τιμωρίας δʼ ἕνεκα τῆς κατὰ τῶν ἐνόχων ὄντων ταῖς ἀποφάσεσι[*](Post ἀποφάσεσι punctum habet Blass.) Δημοσθένης εἰσάγεται πρῶτος. κατηγορήκαμεν ἡμεῖς, οὐδὲν[*](οὐδὲν add. Reiske.) οὐδενὶ καταχαρισάμενοι τῶν κοινῶν δικαίων.
πότερʼ ἀμελήσαντες τῶν γεγενημένων ἁπάντων ἀφήσετε τὸν πρῶτον εἰσεληλυθότα πρὸς ὑμᾶς, καὶ τὰ δίκαια [τὰ][*](τὰ del. Sauppe.) παρὰ τῷ δήμῳ καὶ τῇ βουλῇ τῇ ἐξ Ἀρείου πάγου δόξαντʼ εἶναι καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις, ταῦθʼ ὑμεῖς οἱ κύριοι πάντων λύσετε, καὶ τὴν πονηρίαν αὐτοὶ τὴν τούτων ἀναδέξεσθε;