On the Choreutes

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

καίτοι εἰ μηδὲν ἄλλο μήτε εἶπον μήτε ἀπέφηνα μήτε μάρτυρας παρεσχόμην, ἀλλὰ ταῦτα ὑμῖν ἀπέδειξα, τούτους[*](τούτους Ald.: τούτοις codd.) ὅπου μὲν χρήματα λαμβάνοιεν ἐπʼ ἐμοί, αἰτιωμένους καὶ προαγορεύοντας, ὅπου δὲ μὴ εἴη ὁ δώσων, συνόντας καὶ διαλεγομένους, ἱκανὰ ἦν καὶ αὐτὰ ταῦτα ἀκούσαντας ἀποψηφίσασθαι καὶ τούτους νομίζειν ἐπιορκοτάτους καὶ ἀνοσιωτάτους πάντων ἀνθρώπων.

οὗτοι γὰρ ποίαν δίκην οὐ δικάσαιντʼ ἂν ἢ ποῖον δικαστήριον οὐκ ἐξαπατήσειαν ἢ τίνας ὅρκους οὐκ ἂν τολμήσειαν παραβαίνειν; οἵτινες καὶ νῦν τριάκοντα μνᾶς ἐπʼ ἐμοὶ λαβόντες παρὰ τῶν ποριστῶν καὶ τῶν πωλητῶν[*](πωλητῶν Reiske: πολιτῶν codd.) καὶ τῶν πρακτόρων καὶ τῶν ὑπογραμματέων οἳ τούτοις ὑπεγραμμάτευον, ἐξελάσαντές με ἐκ τοῦ βουλευτηρίου, ὅρκους τοιούτους διωμόσαντο,[*](διωμόσαντο vulg.: διωμόσαντος N pr., διομόσαντος A N corr.) ὅτι πρυτανεύων πυθόμενος αὐτοὺς δεινὰ καὶ σχέτλια ἐργάζεσθαι εἰσῆγον εἰς τὴν βουλήν, καὶ ἐδίδαξα ὡς χρὴ ζητοῦντας ἐπεξελθεῖν τῷ πράγματι.