On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
καὶ ὅτι οὐκ ἠδίκει[*](ἠδίκει Reiske: ἀδικεῖ codd.) αὐτούς, μέγιστον σημεῖον· Φιλοκράτης γὰρ οὑτοσὶ ἑτέρους τῶν ὑπευθύνων ἔσειε καὶ ἐσυκοφάντει, τούτου δὲ τοῦ βασιλέως, ὅν φασι δεινὰ καὶ σχέτλια εἰργάσθαι, οὐκ ἦλθε κατηγορήσων εἰς τὰς εὐθύνας. καίτοι τί ἂν ὑμῖν μεῖζον τούτου τεκμήριον ἀποδείξαιμι, ὅτι οὐκ ἠδικεῖτο οὔθʼ ὑπʼ ἐμοῦ οὔθʼ ὑπʼ ἐκείνου;