On the Choreutes

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

ἡγοῦμαι μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων καὶ ἀποδεδειγμένων, ὦ ἄνδρες, δικαίως ἄν μου ἀποψηφίσασθαι ὑμᾶς, καὶ ἐπίστασθαι ἅπαντας ὅτι οὐδέν μοι προσήκει τῆς αἰτίας ταύτης. ἵνα δʼ ἔτι καὶ ἄμεινον μάθητε, τούτου ἕνεκα πλείω λέξω, καὶ ἀποδείξω ὑμῖν τοὺς κατηγόρους τούτους ἐπιορκοτάτους ὄντας καὶ ἀσεβεστάτους ἀνθρώπων, καὶ ἀξίους οὐ μόνον ὑπʼ ἐμοῦ μισεῖσθαι, ἀλλὰ καὶ ὑφʼ ὑμῶν πάντων καὶ τῶν ἄλλων πολιτῶν τῆς δίκης ἕνεκα ταυτησί.