On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
ὁ μὲν οὖν ἀγὼν ἐμοὶ μέγιστος τῷ κινδυνεύοντι καὶ διωκομένῳ· ἡγοῦμαι μέντοι γε καὶ ὑμῖν τοῖς δικασταῖς περὶ πολλοῦ εἶναι τὰς φονικὰς δίκας ὀρθῶς διαγιγνώσκειν, μάλιστα μὲν τῶν θεῶν ἕνεκα καὶ τοῦ εὐσεβοῦς, ἔπειτα δὲ καὶ ὑμῶν αὐτῶν.[*](δεδοκιμασμένην Ν.) ἔστι μὲν γὰρ περὶ τοῦ τοιούτου [αὐτοῦ][*](αὐτοῦ del. Maetzner.) μία δίκη· αὕτη δὲ μὴ ὀρθῶς καταγνωσθεῖσα ἰσχυροτέρα ἐστὶ τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς.