On the Choreutes

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

καίτοι δεινὸν εἰ οἱ αὐτοὶ μάρτυρες τούτοις μὲν ἂν μαρτυροῦντες πιστοὶ ἦσαν, ἐμοὶ δὲ μαρτυροῦντες ἄπιστοι ἔσονται. καὶ εἰ μὲν πάνυ μὴ παρεγένοντο μάρτυρες, ἐγὼ δὲ παρειχόμην,[*](παρειχόμην Stephanus: παρεσχόμην codd.) ἢ τοὺς παραγενομένους μὴ παρειχόμην, ἑτέρους δέ τινας, εἰκότως ἂν οἱ τούτων λόγοι πιστότεροι ἦσαν τῶν ἐμῶν μαρτύρων· ὅπου δὲ μάρτυράς τε ὁμολογοῦσι παραγενέσθαι, καὶ ἐγὼ τοὺς παραγενομένους παρέχομαι, καὶ[*](καὶ add. Reiske.) εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας καὶ αὐτὸς ἐγὼ καὶ οἱ μάρτυρες ἅπαντες φανεροί ἐσμεν λέγοντες ἅπερ νυνὶ πρὸς ὑμᾶς, πόθεν χρή, ὦ ἄνδρες, ἢ τἀληθῆ πιστὰ ἢ τὰ μὴ ἀληθῆ ἄπιστα ποιεῖν ἄλλοθεν ἢ ἐκ τῶν τοιούτων;

ὅπου μὲν γὰρ λόγῳ τις διδάσκοι περὶ τῶν πραχθέντων, μάρτυρας δὲ μὴ παρέχοιτο, μαρτύρων ἄν τις τοὺς λόγους τούτους ἐνδεεῖς φαίη εἶναι· ὅπου δὲ μάρτυρας μὲν παρέχοιτο,[*](παρέχοιτο N corr.:παρέχοιντο A N pr.) τεκμήρια δὲ αὖ τοῖς[*](αὖ τοῖς Reiske: αὐτοῖς codd.) μαρτυροῦσιν ὅμοια μὴ ἀποφαίνοι,[*](ἀποφαίνοι Reiske: ἀποφαίνοιτο Ν, ἀποφαίνοιντο Α.) ταὐτὰ ἄν τις ἔχοι εἰπεῖν, εἰ βούλοιτο.

ἐγὼ τοίνυν τοὺς τε λόγους ὑμῖν εἰκότας ἀποφαίνω, καὶ τοῖς λόγοις τοὺς μάρτυρας ὁμολογοῦντας καὶ τοῖς μάρτυσι τὰ ἔργα, καὶ τεκμήρια ἐξ αὐτῶν τῶν ἔργων, καὶ ἔτι πρὸς τούτοις δύο τὼ μεγίστω καὶ ἰσχυροτάτω, τούτους μὲν αὐτούς τε ὑπὸ σφῶν αὐτῶν ἐξελεγχομένους καὶ ὑπʼ ἐμοῦ, ἐμὲ δὲ ὑπό τε τούτων καὶ ὑπὸ ἐμαυτοῦ ἀπολυόμενον·

ὅπου γὰρ ἐθέλοντος ἐλέγχεσθαι ἐμοῦ περὶ ὧν ᾐτιῶντο οὗτοι[*](verbaοὗτοι ... ᾐτιῶντο om. N.) μὴ ἤθελον ἐλέγχειν εἴ τι[*](εἴ τι ἠδικοῦντο Blass, coll. 26:ἠδίκουν καὶ codd.) ἠδικοῦντο, ἐμὲ μὲν δήπου ἀπέλυον, αὐτοὶ δὲ κατὰ σφῶν αὐτῶν μάρτυρες ἐγένοντο, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο. καίτοι εἰ πρὸς τοῖς ἐμαυτοῦ μάρτυσι τοὺς ἀντιδίκους αὐτοὺς μάρτυρας παρέχομαι, ποῖ ἔτι ἐλθόντα δεῖ ἢ πόθεν ἀποδείξαντα τῆς αἰτίας ἀπολελύσθαι;

ἡγοῦμαι μὲν οὖν καὶ ἐκ τῶν εἰρημένων καὶ ἀποδεδειγμένων, ὦ ἄνδρες, δικαίως ἄν μου ἀποψηφίσασθαι ὑμᾶς, καὶ ἐπίστασθαι ἅπαντας ὅτι οὐδέν μοι προσήκει τῆς αἰτίας ταύτης. ἵνα δʼ ἔτι καὶ ἄμεινον μάθητε, τούτου ἕνεκα πλείω λέξω, καὶ ἀποδείξω ὑμῖν τοὺς κατηγόρους τούτους ἐπιορκοτάτους ὄντας καὶ ἀσεβεστάτους ἀνθρώπων, καὶ ἀξίους οὐ μόνον ὑπʼ ἐμοῦ μισεῖσθαι, ἀλλὰ καὶ ὑφʼ ὑμῶν πάντων καὶ τῶν ἄλλων πολιτῶν τῆς δίκης ἕνεκα ταυτησί.

οὗτοι γὰρ τῇ μὲν πρώτῃ ἡμέρᾳ ᾗ ἀπέθανεν ὁ παῖς, καὶ τῇ ὑστεραίᾳ[*](ὑστεραίᾳ Α: ὑστέρα Ν.) ᾗ προέκειτο, οὐδʼ αὐτοὶ ἠξίουν αἰτιᾶσθαι ἐμὲ [οὐδʼ][*](οὐδʼ del. Wilamowitz.) ἀδικεῖν ἐν τῷ πράγματι τούτῳ οὐδέν, ἀλλὰ συνῆσαν ἐμοὶ καὶ διελέγοντο· τῇ δὲ τρίτῃ ἡμέρᾳ ᾗ ἐξεφέρετο ὁ παῖς, ταύτῃ δὴ πεπεισμένοι ἦσάν [τινες][*](τινες del. Dobree.) ὑπὸ τῶν ἐχθρῶν τῶν ἐμῶν, καὶ παρεσκευάζοντο αἰτιᾶσθαι καὶ προαγορεύειν εἴργεσθαι τῶν νομίμων. τίνες οὖν ἦσαν οἱ πείσαντες αὐτούς; καὶ τίνος ἕνεκα καὶ πρόθυμοι ἐγένοντο πεῖσαι αὐτούς; δεῖ γάρ με καὶ ταῦτα ὑμᾶς διδάξαι.

κατηγορήσειν ἔμελλον Ἀριστίωνος καὶ Φιλίνου καὶ Ἀμπελίνου καὶ τοῦ ὑπογραμματέως τῶν θεσμοθετῶν, μεθʼ οὗπερ συνέκλεπτον, περὶ ὧν εἰσήγγειλα εἰς τὴν βουλήν. καὶ αὐτοῖς ἐκ μὲν τῶν πεπραγμένων οὐδεμία ἦν ἐλπὶς ἀποφεύξεσθαι—τοιαῦτα ἄρʼ ἦν τὰ ἠδικημένα—· πείσαντες δὲ τούτους ἀπογράφεσθαι καὶ προαγορεύειν ἐμοὶ εἴργεσθαι τῶν νομίμων, ἡγήσαντο ταύτην σφίσιν ἔσεσθαι σωτηρίαν καὶ ἀπαλλαγὴν τῶν πραγμάτων ἁπάντων. ὁ γὰρ νόμος οὕτως ἔχει,