On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
καὶ ταῦτα ἐμοῦ προκαλουμένου καὶ λέγοντος ἐν τῷ δικαστηρίῳ, οὗ καὶ αὐτοὶ οἱ δικασταὶ καὶ ἕτεροι ἰδιῶται πολλοὶ μάρτυρες παρῆσαν, οὔτε τότε παραχρῆμα οὔτε ὕστερον ἐν παντὶ τῷ χρόνῳ οὐδεπώποτε ἠθέλησαν ἐλθεῖν ἐπὶ τοῦτο τὸ δίκαιον, εὖ εἰδότες ὅτι οὐκ ἂν τούτοις κατʼ ἐμοῦ ἔλεγχος ἐγίγνετο οὗτος, ἀλλʼ ἐμοὶ κατὰ τούτων, ὅτι οὐδὲν δίκαιον οὐδʼ ἀληθὲς ᾐτιῶντο.