On the Choreutes

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

ἃ μέντοι αἰτιῷτο καὶ διαβάλλοι, ῥᾳδίως ἐξελεγχθήσοιτο ψευδόμενος. εἶεν[*]( εἰ ἓν Ν: εἰσὶ Α.) γὰρ οἱ συνειδότες πολλοί, καὶ ἐλεύθεροι καὶ δοῦλοι, καὶ νεώτεροι καὶ πρεσβύτεροι, σύμπαντες πλείους ἢ πεντήκοντα, οἳ τούς τε λόγους τοὺς λεχθέντας περὶ τῆς πόσεως τοῦ φαρμάκου καὶ τὰ πραχθέντα καὶ τὰ γενόμενα[*](γενόμενα Reiske: λεγόμενα codd.) πάντα ἐπίσταιντο.

καὶ εἶπόν τε ταῦτα ἐν τῷ δικαστηρίῳ, καὶ προὐκαλούμην αὐτὸν εὐθὺς τότε, καὶ αὖθις τῇ ὑστεραίᾳ ἐν τοῖς αὐτοῖς δικασταῖς, καὶ ἰέναι ἐκέλευον λαβόντα μάρτυρας ὁπόσους βούλοιτο ἐπὶ τοὺς παραγενομένους, λέγων αὐτῷ ὀνόματι ἕκαστον, τούτους ἐρωτᾶν καὶ ἐλέγχειν, τοὺς μὲν ἐλευθέρους ὡς χρὴ τοὺς ἐλευθέρους, οἳ σφῶν τʼ αὐτῶν[*](τʼ αὐτῶν add. Sauppe.) ἕνεκα καὶ τοῦ δικαίου ἔφραζον ἂν τἀληθῆ καὶ τὰ γενόμενα, τοὺς δὲ δούλους, εἰ μὲν αὐτῷ ἐρωτῶντι[*]( διδόναι post ἐρωτῶντι hab. codd.: om.Ald.) τἀληθῆ δοκοῖεν λέγειν, εἰ δὲ μή, ἕτοιμος εἴην[*]( εἴην Taylor: εἶεν Α, εἰμι Ν.) διδόναι βασανίζειν τούς τε ἐμαυτοῦ πάντας, καὶ εἴ τινας τῶν ἀλλοτρίων κελεύοι,[*]( κελεύοι Bekker: κελεύει codd.) ὡμολόγουν πείσας τὸν δεσπότην παραδώσειν αὐτῷ βασανίζειν τρόπῳ ὁποίῳ βούλοιτο.