On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
αἰτιάσασθαι μὲν οὖν καὶ καταψεύσασθαι ἔξεστι τῷ βουλομένῳ· αὐτὸς γὰρ ἕκαστος τούτου κρατεῖ· γενέσθαι μέντοι τὰ μὴ γενόμενα καὶ ἀδικεῖν τὸν μὴ ἀδικοῦντα οὐκ ἐν τοῖς τούτων λόγοις ἡγοῦμαι εἶναι, ἀλλʼ ἐν τῷ δικαίῳ καὶ τῷ ἀληθεῖ. ὁπόσα μὲν γὰρ λάθρᾳ πράττεται καὶ ἐπὶ θανάτῳ βουλευθέντα, ὧν μή εἰσι μάρτυρες, ἀνάγκη περὶ τῶν τοιούτων ἐξ αὐτῶν τῶν λόγων τῶν τε τοῦ κατηγόρου καὶ τοῦ ἀποκρινομένου τὴν διάγνωσιν ποιεῖσθαι καὶ θηρεύειν καὶ ἐπὶ σμικρὸν ὑπονοεῖν τὰ λεγόμενα, καὶ εἰκάζοντας μᾶλλον ἢ σάφα εἰδότας ψηφίζεσθαι περὶ τῶν πραγμάτων·