On the Choreutes

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

μεμαρτύρηται μὲν οὖν, ὦ ἄνδρες, περὶ τοῦ πράγματος ἃ ἐγὼ ὑμῖν ὑπεσχόμην· ἐξ αὐτῶν δὲ τούτων χρὴ σκοπεῖν ἅ τε οὗτοι διωμόσαντο καὶ ἃ ἐγώ, πότεροι ἀληθέστερα καὶ εὐορκότερα. διωμόσαντο δὲ οὗτοι μὲν ἀποκτεῖναί με Διόδοτον βουλεύσαντα τὸν θάνατον, ἐγὼ δὲ μὴ ἀποκτεῖναι,[*](μὴ ἀποκτεῖναι Α: ἀποκτεῖναί με Ν.) μήτε χειρὶ ἐργασάμενος[*](ἐργασάμενος Dobree ex Andoc. i. 94:ἀράμενος codd.) μήτε βουλεύσας.

αἰτιῶνται δὲ οὗτοι μὲν ἐκ τούτων, ὡς αἴτιος ὃς[*](αἴτιος ὃς Sauppe: οὗτος codd.) ἐκέλευσε[*](ἐκέλευσε Baiter: κελεύσειε codd.) πιεῖν τὸν παῖδα τὸ φάρμακον ἢ ἠνάγκασεν ἢ ἔδωκεν· ἐγὼ δὲ ἐξ αὐτῶν τούτων ὧν αἰτιῶνται οὗτοι ἀποφανῶ ὅτι οὐκ ἔνοχός εἰμι· οὔτε γὰρ ἐκέλευσα οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκα[*](οὔτʼ ἠν. οὔτ ἔδ. Dobree: οὔτʼ ἔδ. οὔτʼ ἠν. codd.)· καὶ ἔτι προστίθημι[*](ἔτι προστίθημι Ald.: ἐπιπροστίθημυι codd.) αὐτοῖς ὅτι οὐ παρεγενόμην πίνοντι. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἐκέλευσεν,[*](verbaἐκέλευσεν ... ἀδικεῖν εἴ τις om. Ν.) ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἐκέλευσα. καὶ εἴ φασιν ἀδικεῖν εἴ τις ἠνάγκασεν, ἐγὼ οὐκ ἀδικῶ· οὐ γὰρ ἠνάγκασα. καὶ εἰ τὸν δόντα τὸ φάρμακόν φασιν αἴτιον εἶναι, ἐγὼ οὐκ αἴτιος· οὐ γὰρ ἔδωκα.