On the Choreutes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
πρῶτον μὲν οὖν ἀποδείξω ὑμῖν ὅτι οὔτʼ ἐκέλευσα πιεῖν τὸν παῖδα τὸ φάρμακον οὔτʼ ἠνάγκασα οὔτʼ ἔδωκα καὶ οὐδὲ[*](οὐδὲ Reiske: οὔτε codd.) παρῆ ὅτʼ ἔπιεν. καὶ οὐ τούτου ἕνεκα ταῦτα σφόδρα λέγω, ὡς ἐμαυτὸν ἔξω αἰτίας καταστήσω, ἕτερον δέ τινα εἰς αἰτίαν ἀγάγω· οὐ δῆτα ἔγωγε, πλήν γε τῆς τύχης, ἥπερ οἶμαι καὶ ἄλλοις πολλοῖς ἀνθρώπων αἰτία ἐστὶν ἀποθανεῖν· ἣν οὔτʼ ἂν ἐγὼ οὔτʼ ἄλλος οὐδεὶς οἷός τʼ ἂν εἴη ἀποτρέψαι[*](ἀποτρέψαι Dobree: ἀποστρέψαι codd.) μὴ οὐ γενέσθαι ἥντινα δεῖ ἑκάστῳ....[*](lacunam statuit Blass, coll. Her. 61.)
Μάρτυρες