On the murder of Herodes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
τεκμήριον δὲ μέγιστον ὡς οὐκ ἐβούλετο αὐτὸν ἀπολέσαι. ἐξὸν γὰρ αὐτῷ ἐν ἀγῶνι καὶ κινδύνῳ μεγάλῳ καταστήσαντι μετὰ τῶν νόμων τῶν ὑμετέρων ἀπολέσαι ἐκεῖνον, εἴπερ προωφείλετο αὐτῷ κακόν, καὶ τό τε ἴδιον τὸ αὑτοῦ διαπράξασθαι καὶ τῇ πόλει τῇ ὑμετέρᾳ χάριν καταθέσθαι, εἰ ἐπέδειξεν ἀδικοῦντα ἐκεῖνον, οὐκ ἠξίωσεν, ἀλλʼ οὐδʼ ἦλθεν ἐπὶ τοῦτον. καίτοι καλλίων γε ἦν ὁ κίνδυνος αὐτῷ--- [*](nonnulla deesse videntur, quae sic e.g. suppleri possint:ἐν ἀγῶνι καταστήσαντι κεῖνον ἢ διʼ ἐμοῦ βιαίως ἀπολέσαντι. καί μοι μάρτυρας τούτον κάλει. )
Μάρτυρες
ἀλλὰ γὰρ ἐνταῦθα μὲν ἀφῆκεν αὐτόν· οὗ δὲ[*](οὗ δὲ Blass: οὐδὲ N. οὐ γὰρ A.) ἔδει κινδυνεύειν αὐτὸν περί τε αὑτοῦ καὶ περὶ[*](περὶ om. A. ) ἐμοῦ, ἐνταῦθα δʼ ἐπεβούλευεν, ἐν ᾧ γνωσθεὶς ἂν ἀπεστέρει μὲν ἐμὲ τῆς πατρίδος, ἀπεστέρει δὲ αὑτὸν ἱερῶν καὶ ὁσίων καὶ τῶν ἄλλων ἅπερ μέγιστα καὶ περὶ πλείστου ἐστὶν ἀνθρώποις.
ἔπειτα δʼ εἰ καὶ ὡς μάλιστα ἐβούλετο αὐτὸν ὁ Λυκῖνος τεθνάναι—εἶμι γὰρ καὶ ἐπὶ τὸν τῶν κατηγόρων λόγον,—οὗ αὐτὸς οὐκ ἠξίου αὐτόχειρ γενέσθαι, τοῦτο τὸ ἔργον ἐγώ ποτʼ ἂν ἐπείσθην ἀντʼ ἐκείνου ποιῆσαι;
πότερα ὡς ἐγὼ μὲν ἦ τῷ σώματι ἐπιτήδειος διακινδυνεύειν, ἐκεῖνος δὲ χρήμασι τὸν ἐμὸν κίνδυνον ἐκπρίασθαι; οὐ δῆτα· τῷ μὲν γὰρ οὐκ ἦν χρήματα, ἐμοὶ δὲ ἦν[*](verbaτῷ μὲν γὰρ ... ἦν post ὑπὸ τούτου infra collocavit)· ἀλλʼ αὐτὸ τὸ ἐναντίον[*](αὐτὸ τὸ ἐναντίον A corr.2: αὐτὸ τοῦτο ἐναντίον A pr. N.) ἐκεῖνος τοῦτο θᾶσσον ἂν ὑπʼ ἐμοῦ ἐπείσθη κατά γε τὸ εἰκὸς ἢ ἐγὼ ὑπὸ τούτου, ἐπεὶ ἐκεῖνός γʼ ἑαυτὸν οὐδʼ ὑπερήμερον γενόμενον ἑπτὰ μνῶν δυνατὸς ἦν λύσασθαι, ἀλλʼ οἱ φίλοι αὐτὸν ἐλύσαντο. καὶ μὲν δὴ καὶ τῆς χρείας τῆς ἐμῆς καὶ τῆς Λυκίνου τοῦτο ὑμῖν μέγιστον τεκμήριόν ἐστιν, ὅτι οὐ σφόδρα ἐχρώμην ἐγὼ Λυκίνῳ φίλῳ, ὡς πάντα ποιῆσαι ἂν τὰ ἐκείνῳ δοκοῦντα· οὐ γὰρ δήπου ἑπτὰ μὲν μνᾶς οὐκ ἀπέτεισα ὑπὲρ[*](ὑπὲρ Meier: περὶ codd.) αὐτοῦ δεδεμένου καὶ λυμαινομένου, κίνδυνον δὲ τοσοῦτον ἀράμενος ἄνδρα ἀπέκτεινα διʼ ἐκεῖνον.
ὡς μὲν οὖν οὐκ αὐτὸς αἴτιός εἰμι τοῦ πράγματος οὐδὲ ἐκεῖνος, ἀποδέδεικται καθʼ ὅσον ἐγὼ δύναμαι μάλιστα. τούτῳ δὲ χρῶνται πλείστῳ τῷ[*](τῷ add. Frohberger.) λόγῳ οἱ κατήγοροι, ὅτι ἀφανής ἐστιν ὁ ἀνήρ, καὶ ὑμεῖς ἴσως περὶ τούτου αὐτοῦ ποθεῖτε ἀκοῦσαι. εἰ μὲν οὖν τοῦτο εἰκάζειν με δεῖ, ἐξ ἴσου τοῦτό ἐστι καὶ ὑμῖν καὶ ἐμοί· οὔτε γὰρ ὑμεῖς αἴτιοι τοῦ ἔργου ἐστὲ οὔτε ἐγώ· εἰ δὲ δεῖ τοῖς ἀληθέσι χρῆσθαι, τῶν εἰργασμένων τινὰ ἐρωτώντων· ἐκείνου γὰρ ἄριστʼ ἂν[*](ἄριστʼ ἂν Hirschig: ἄριστα codd.) πύθοιντο.
ἐμοὶ μὲν γὰρ τῷ μὴ εἰργασμένῳ τοσοῦτον τὸ μακρότατον[*](μακρότατον N. μακρότερον A.) τῆς ἀποκρίσεώς ἐστιν, ὅτι οὐκ εἴργασμαι· τῷ δὲ ποιήσαντι ῥᾳδία ἐστὶν ἡ ἀπόδειξις, καὶ μὴ ἀποδείξαντι εὖ εἰκάσαι. οἱ μὲν γὰρ πανουργοῦντες ἅμα τε πανουργοῦσι καὶ πρόφασιν εὑρίσκουσι τοῦ ἀδικήματος· τῷ δὲ μὴ εἰργασμένῳ[*](εἰργασμένῳ A: ἐργασαμένῳ N. ) χαλεπὸν περὶ τῶν ἀφανῶν εἰκάζειν. οἶμαι δʼ ἂν καὶ ὑμῶν ἕκαστον, εἴ τίς τινα ἔροιτο ὅ τι μὴ τύχοι εἰδώς, τοσοῦτον ἂν εἰπεῖν, ὅτι οὐκ οἶδεν. εἰ δέ τις περαιτέρω τι κελεύοι[*](κελεύοι Reiske: κελεύει codd.) λέγειν, ἐν πολλῇ ἂν ἔχεσθαι ὑμᾶς ἀπορίᾳ δοκῶ.
μὴ τοίνυν ἐμοὶ νείμητε τὸ ἄπορον τοῦτο, ἐν ᾧ μηδʼ ἂν αὐτοὶ εὐποροῖτε· μηδʼ ἐὰν εὖ εἰκάζω, ἐν τούτῳ μοι ἀξιοῦτε τὴν ἀπόφευξιν εἶναι, ἀλλʼ ἐξαρκείτω μοι ἐμαυτὸν ἀναίτιον ἀποδεῖξαι τοῦ πράγματος. ἐν τούτῳ οὖν ἀναίτιός εἰμι, οὐκ ἐὰν μὴ[*](μὴ del. Reiske.) ἐξεύρω ὅτῳ τρόπῳ ἀφανής ἐστιν ἢ ἀπόλωλεν ἁνήρ,[*](ἁνήρ Sauppe: ἀνήρ codd.) ἀλλʼ εἰ μὴ προσήκει μοι μηδὲν ὥστʼ ἀποκτεῖναι αὐτόν.
ἤδη δʼ ἔγωγε καὶ πρότερον ἀκοῇ ἐπίσταμαι γεγονός, τοῦτο μὲν τοὺς ἀποθανόντας, τοῦτο δὲ τοὺς ἀποκτείναντας οὐχ εὑρεθέντας· οὔκουν ἂν καλῶς ἔχοι, εἰ τούτων δέοι τὰς αἰτίας ὑποσχεῖν τοὺς συγγενομένους. πολλοὶ δέ γʼ ἤδη σχόντες ἑτέρων πραγμάτων αἰτίας, πρὶν τὸ σαφὲς αὐτῶν γνωσθῆναι, προαπώλοντο.
αὐτίκα Ἐφιάλτην τὸν ὑμέτερον πολίτην οὐδέπω νῦν ηὕρηνται οἱ ἀποκτείναντες· εἰ οὖν τις ἠξίου τοὺς συνόντας ἐκείνῳ εἰκάζειν οἵτινες ἦσαν οἱ ἀποκτείναντες Ἐφιάλτην,[*](Ἐφιάλτην del. Dobree.) εἰ δὲ μή, ἐνόχους εἶναι τῷ φόνῳ, οὐκ ἂν καλῶς εἶχε τοῖς συνοῦσιν. ἔπειτα οἵ γε Ἐφιάλτην ἀποκτείναντες οὐκ ἐζήτησαν τὸν νεκρὸν ἀφανίσαι, οὐδʼ ἐν τούτῳ κινδυνεύειν μηνῦσαι τὸ πρᾶγμα, ὥσπερ οἵδε φασὶν ἐμὲ τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δʼ ἀναιρέσεως.
τοῦτο δʼ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι. καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόησεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν[*](ἐν om. A.) τῇ σφαγῇ ὤχετο φεύγων, ἀλλʼ ἐτόλμησε μεῖναι, ἀπώλοντʼ ἂν οἱ ἔνδον ὄντες[*](ὄντες om. A. ) ἅπαντες· οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο· νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ.
τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ[*](δὲ A: δὴ N.) ὑμέτεροι, ἐκεῖνοι μὲν ἅπαντες ἀπέθανον[*](ἀπέθανον A corr.2:ἀποθανόντες A pr. N.) ὀργῇ μᾶλλον ἢ γνώμῃ, πλὴν ἑνός, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο.
τοῦ δʼ ἑνὸς τούτου—Σωσίαν ὄνομά φασιν αὐτῷ εἶναι—κατέγνωστο μὲν ἤδη θάνατος, ἐτεθνήκει δὲ οὔπω· καὶ ἐν τούτῳ ἐδηλώθη τῷ τρόπῳ ἀπωλώλει τὰ χρήματα, καὶ ὁ ἀνὴρ ἀπήχθη ὑπὸ τοῦ δήμου τοῦ ὑμετέρου παραδεδομένος ἤδη τοῖς ἕνδεκα, οἱ δʼ ἄλλοι ἐτέθνασαν οὐδὲν αἴτιοι ὄντες.
ταῦθʼ ὑμῶν αὐτῶν ἐγὼ οἶμαι μεμνῆσθαι τοὺς πρεσβυτέρους, τοὺς δὲ νεωτέρους πυνθάνεσθαι ὥσπερ ἐμέ.
οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. καὶ τοῦτʼ ἴσως ἂν[*](ἂν om. N.) φανερὸν γένοιτʼ ἂν ὕστερον, ὅτῳ τρόπῳ τέθνηκεν ὁ ἄνθρωπος. μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γʼ εὖ βουλεύσασθε, καὶ μὴ μετʼ[*](μὴ μετʼ vulg.: μήτε μετʼ AN.) ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι.
οὐ γὰρ ἔστιν ὅ τι ἂν[*](ἂν add. Stobaeus, Flor. xx. 44, qui verbaοὐ γὰρ ἔστιν...διαφθείρει τοῦ ἀνθρώπου affert. idemεὖ γνοίν· ἂν γνοίη codd.) ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ ᾧ[*](ᾧ] ὃ Stobaeus.) βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη[*](ἡμέρα ... γιγνομένη Stephanus: ἡμέραν ... γιγνομένην codd.) γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι[*](μεταστῆσαι Stephanus: μεταστήσειν codd.) καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων.
εὖ δὲ ἴστε ὅτι ἐλεηθῆναι ὑφʼ ὑμῶν ἄξιός εἰμι μᾶλλον ἢ δίκην δοῦναι· δίκην μὲν γὰρ εἰκός ἐστι διδόναι τοὺς ἀδικοῦντας, ἐλεεῖσθαι δὲ τοὺς ἀδίκως κινδυνεύοντας. κρεῖσσον δὲ χρὴ γίγνεσθαι ἀεὶ τὸ ὑμέτερον δυνάμενον ἐμὲ δικαίως σῴζειν ἢ τὸ τῶν ἐχθρῶν βουλόμενον ἀδίκως με ἀπολλύναι. ἐν μὲν γὰρ τῷ ἐπισχεῖν ἔστι καὶ τὰ δεινὰ ταῦτα ποιῆσαι ἃ οὗτοι κελεύουσιν· ἐν δὲ τῷ παραχρῆμα οὐκ ἔστιν ἀρχὴν[*](ἀρχὴν Ald.: ἀρχὴ ἣ codd.) ὀρθῶς βουλεύεσθαι.
δεῖ δέ με καὶ ὑπὲρ τοῦ πατρὸς ἀπολογήσασθαι. καίτοι γε πολλῷ μᾶλλον εἰκὸς ἦν ἐκεῖνον ὑπὲρ ἐμοῦ ἀπολογήσασθαι, πατέρα ὄντα· ὁ μὲν γὰρ πολλῷ πρεσβύτερός ἐστι τῶν ἐμῶν πραγμάτων, ἐγὼ δὲ πολλῷ νεώτερος τῶν ἐκείνῳ πεπραγμένων, καὶ εἰ μὲν ἐγὼ τούτου ἀγωνιζομένου κατεμαρτύρουν ἃ μὴ σαφῶς ᾔδη, ἀκοῇ δὲ ἠπιστάμην, δεινὰ ἂν ἔφη πάσχειν ὑπʼ ἐμοῦ·
νῦν δὲ ἀναγκάζων ἐμὲ ἀπολογεῖσθαι ὧν ἐγὼ πολλῷ νεώτερός εἰμι καὶ λόγῳ οἶδα, ταῦτα οὐ δεινὰ ἡγεῖται εἰργάσθαι. ὅμως μέντοι καθʼ ὅσον ἐγὼ οἶδα, οὐ προδώσω τὸν πατέρα κακῶς ἀκούοντα ἐν ὑμῖν ἀδίκως. καίτοι τάχʼ ἂν σφαλείην, ἃ ἐκεῖνος ὀρθῶς ἔργῳ ἔπραξε, ταῦτʼ ἐγὼ λόγῳ μὴ ὀρθῶς εἰπών· ὅμως δʼ οὖν κεκινδυνεύσεται.[*](κεκινδυνεύσεται A corr.2: καὶ κινδυνεύσεται A pr. N.)
πρὶν μὲν γὰρ τὴν ἀπόστασιν τὴν Μυτιληναίων[*](τὴν Μυτ. Blass: τῶν Μυτ. codd.) γενέσθαι, ἔργῳ τὴν εὔνοιαν ἐδείκνυε τὴν εἰς ὑμᾶς· ἐπειδὴ δὲ ἡ πόλις ὅλη κακῶς ἐβουλεύσατο ἀποστᾶσα καὶ ἥμαρτε τῆς ὑμετέρας γνώμης,[*](τῆς ὑμετέρας γνώμης del. Hirschig, quiἀποστᾶσα quoque damnat) μετὰ τῆς πόλεως ὅλης ἠναγκάσθη συνεξαμαρτεῖν. τὴν μὲν οὖν γνώμην ἔτι καὶ ἐν ἐκείνοις ὅμοιος ἦν εἰς ὑμᾶς, τὴν δʼ εὔνοιαν οὐκέτι ἦν ἐπʼ ἐκείνῳ τὴν αὐτὴν εἰς ὑμᾶς παρέχειν. οὔτε γὰρ ἐκλιπεῖν τὴν πόλιν εὐρόπως[*](εὐρόπως A corr.2: εὗρʼ ὅπως A pr. N.) εἶχεν αὐτῷ· ἱκανὰ γὰρ ἦν τὰ ἐνέχυρα ἃ εἴχετο αὐτοῦ, οἵ τε παῖδες καὶ τὰ χρήματα· τοῦτο δʼ αὖ μένοντι πρὸς τὴν πόλιν αὐτῷ ἀδυνάτως εἶχεν ἰσχυρίζεσθαι.
ἐπεὶ δʼ ὑμεῖς τοὺς αἰτίους τούτων ἐκολάσατε, ἐν οἷς οὐκ ἐφαίνετο ὢν ὁ ἐμὸς πατήρ, τοῖς δʼ ἄλλοις Μυτιληναίοις ἄδειαν ἐδώκατε οἰκεῖν τὴν σφετέραν αὐτῶν, οὐκ ἔστιν ὅ τι ὕστερον αὐτῷ ἡμάρτηται τῷ ἐμῷ πατρί,[*](τῷ ἐμῷ πατρί secl. Dobree.) οὐδʼ ὅ τι οὐ πεποίηται τῶν δεόντων, οὐδʼ ἧς τινος λῃτουργίας ἡ πόλις ἐνδεὴς γεγένηται, οὔτε ἡ ὑμετέρα οὔτε ἡ Μυτιληναίων, ἀλλὰ καὶ χορηγίας χορηγεῖ[*](χορηγεῖ Blass: ἐχορήγει codd.) καὶ τέλη κατατίθησιν.[*](κατατίθησιν N. κατετίθει A.)
εἰ δʼ ἐν Αἴνῳ χωροφιλεῖ, τοῦτο ποιεῖ[*](ποιεῖ add. Reiske.) οὐκ ἀποστερῶν γε τῶν εἰς τὴν πόλιν ἑαυτὸν οὐδενὸς οὐδʼ ἑτέρας πόλεως πολίτης γεγενημένος, ὥσπερ ἑτέρους ὁρῶ, τοὺς μὲν εἰς τὴν ἤπειρον ἰόντας καὶ οἰκοῦντας ἐν τοῖς πολεμίοις τοῖς ὑμετέροις, τοὺς δὲ[*](τοὺς δὲ add. Reiske.) καὶ δίκας ἀπὸ ξυμβόλων ὑμῖν δικαζομένους, οὐδὲ φεύγων τὸ πλῆθος τὸ ὑμέτερον, τοὺς δʼ οἵους ὑμεῖς μισῶν συκοφάντας.
ἃ μὲν οὖν μετὰ τῆς πόλεως ὅλης ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ ἔπραξεν, τούτων οὐ δίκαιός ἐστιν ὁ ἐμὸς πατὴρ ἰδίᾳ[*](ἰδίᾳ om. A pr.) δίκην διδόναι. ἅπασι γὰρ Μυτιληναίοις ἀείμνηστος ἡ τότε ἁμαρτία γεγένηται· ἠλλάξαντο μὲν γὰρ πολλῆς εὐδαιμονίας πολλὴν κακοδαιμονίαν, ἐπεῖδον δὲ τὴν ἑαυτῶν πατρίδα ἀνάστατον γενομένην. ἃ δὲ ἰδία οὗτοι διαβάλλουσι τὸν ἐμὸν πατέρα, μὴ πείθεσθε[*](πείθεσθαι*n pr.)· χρημάτων γὰρ ἕνεκα ἡ πᾶσα παρασκευὴ γεγένηται ἐπʼ ἐμοὶ[*](ἐπʼ ἐμοὶ A: ὑπʼ ἐμοὶ N.) κἀκείνῳ. πολλὰ δʼ ἐστὶ τὰ συμβαλλόμενα τοῖς βουλομένοις τῶν ἀλλοτρίων ἐφίεσθαι. γέρων μὲν ἐκεῖνος ὥστʼ ἐμοὶ[*](ὥστʼ ἐμοὶ Bekker: ὥστε μοι codd.) βοηθεῖν, νεώτερος δʼ ἐγὼ πολλῷ ἢ ὥστε δύνασθαι ἐμαυτῷ τιμωρεῖν ἱκανῶς.
ἀλλʼ ὑμεῖς βοηθήσατέ μοι, καὶ μὴ διδάσκετε τοὺς συκοφάντας μεῖζον ὑμῶν αὐτῶν δύνασθαι. ἐὰν μὲν γὰρ εἰσιόντες εἰς ὑμᾶς ἃ βούλονται πράσσωσι, δεδειγμένον ἔσται τούτους μὲν πείθειν, τὸ δʼ ὑμέτερον πλῆθος φεύγειν· ἐὰν δὲ εἰσιόντες εἰς ὑμᾶς πονηροὶ μὲν αὐτοὶ δοκῶσιν εἶναι, πλέον δʼ αὐτοῖς μηδὲν γένηται, ὑμετέρα ἡ τιμὴ καὶ ἡ δύναμις ἔσται, ὥσπερ καὶ τὸ δίκαιον ἔχει. ὑμεῖς οὖν ἐμοί τε βοηθεῖτε καὶ τῷ δικαίῳ.