On the murder of Herodes
Antiphon
Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.
ἕως μὲν οὖν μετὰ χρηστῆς[*](χρηστῆς N. χρηστῆς τῆς A.) ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθʼ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι. διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ[*](δὲ A corr. N:μὲν A pr.) τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν,[*](ὠφέλησεν Reiske: ὠφέλησαν codd.)
ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν ἂν[*](ἂν secl. Dobree:πρὶν ἐγὼ ἀνελθοιμι Ignatius.) ἐγὼ ἔλθοιμι.
δῆλον οὖν ὅτι οὐ τοῦ σώματος αὐτοῦ[*](αὐτοῦ om. A pr.) χρεία ἦν αὐτοῖς, ἀλλὰ τῶν λόγων· ζῶν μὲν γὰρ ὁ ἀνὴρ διὰ τῆς αὐτῆς βασάνου ἰὼν ὑπʼ ἐμοῦ κατήγορος ἂν ἐγίγνετο τῆς τούτων ἐπιβουλῆς, τεθνεὼς δὲ τὸν μὲν ἔλεγχον τῆς ἀληθείας ἀπεστέρει διʼ αὐτοῦ τοῦ σώματος ἀπολλυμένου, τοῖς δὲ λόγοις τοῖς ἐψευσμένοις ὑπʼ ἐκείνου ὡς ἀληθέσιν οὖσιν ἐγὼ ἀπόλλυμαι. τούτων δὲ μάρτυράς μοι κάλει.
Μάρτυρες[*](Titulum inseruit Reiske.)
ἐχρῆν μὲν[*](μὲν om. N. ) γὰρ αὐτούς, ὡς ἐγὼ νομίζω, ἐνθάδε παρέχοντας τὸν μηνυτὴν αὐτὸν ἀπελέγχειν ἐμέ, καὶ αὐτῷ τούτῳ χρῆσθαι ἀγωνίσματι, ἐμφανῆ παρέχοντας τὸν ἄνδρα καὶ κελεύοντας βασανίζειν, ἀλλὰ μὴ ἀποκτεῖναι. φέρε γὰρ δὴ ποτέρῳ νῦν χρήσονται τῶν λόγων; πότερα ᾧ πρῶτον εἶπεν ἢ ᾧ ὕστερον; καὶ πότερʼ ἀληθῆ ἐστιν, ὅτʼ ἔφη με εἰργάσθαι τὸ ἔργον ἢ ὅτʼ οὐκ ἔφη;
εἰ μὲν γὰρ ἐκ τοῦ εἰκότος ἐξετασθῆναι δεῖ τὸ πρᾶγμα, οἱ ὕστεροι λόγοι ἀληθέστεροι φαίνονται. ἐψεύδετο μὲν γὰρ ἐπʼ ὠφελείᾳ τῇ ἑαυτοῦ, ἐπειδὴ δὲ τῷ[*]( τῷ A corr.2: τὸ A pr. N.) ψεύδεσθαι ἀπώλλυτο, ἡγήσατο τἀληθῆ κατειπὼν διὰ τοῦτο[*]( τοῦτο A pr. N:τούτου A corr.2) σωθῆναι ἄν. τῆς μὲν οὖν ἀληθείας οὐκ ἦν αὐτῷ τιμωρὸς οὐδείς· οὐ γὰρ παρὼν ἐγὼ ἐτύγχανον, ᾧπερ σύμμαχος ἦν ἡ ἀλήθεια τῶν ὑστέρων λόγων· τοὺς δὲ προτέρους λόγους τοὺς κατεψευσμένους ἦσαν οἱ ἀφανιοῦντες, ὥστε μηδέποτε εἰς τὸ ἀληθὲς καταστῆναι.
καὶ οἱ μὲν ἄλλοι καθʼ ὧν ἂν μηνύῃ[*]( ἂν μηνύῃ N. μηνύῃ ἄν A.) τις, οὗτοι[*]( οὗτοι Reiske: αὐτοὶ codd.) κλέπτουσι τοὺς μηνύοντας, κᾆτʼ ἀφανίζουσιν· αὐτοὶ δὲ οὗτοι οἱ ἀπάγοντες καὶ ζητοῦντες τὸ πρᾶγμα τὸν κατʼ ἐμοῦ μηνυτὴν ἠφάνισαν. καὶ εἰ μὲν ἐγὼ τὸν ἄνδρα ἠφάνισα ἢ μὴ ἤθελον ἐκδοῦναι τούτοις ἢ ἄλλον τινὰ ἔφευγον ἔλεγχον, αὐτοῖς ἂν[*]( οὐτοῖς ἂν Spengel: αὐτοὶ δὴ codd.) τούτοις ἰσχυροτάτοις εἰς τὰ πράγματα ἐχρῶντο, καὶ ἦν ταῦτα αὐτοῖς μέγιστα τεκμήρια κατʼ ἐμοῦ· νῦν δέ, ὁπότε αὐτοὶ οὗτοι προκαλουμένων τῶν φίλων τῶν ἐμῶν ταῦτʼ ἔφυγον, ἐμοὶ δήπου κατὰ τούτων εἶναι χρὴ ταὐτὰ ταῦτα[*](ταὐτὰ ταῦτα Fuhr: ταῦτα τὰ codd. cf. i. 11., vi. 27.) τεκμήρια, ὡς οὐκ ἀληθῆ τὴν αἰτίαν ἐπέφερον ἣν ᾐτιῶντο.[*](ᾐτιῶντο Dobree: ᾤοντο codd.)
ἔτι δὲ καὶ τάδε λέγουσιν, ὡς ὡμολόγει[*](ὡμολόγει A: ὁμολογεῖ N.) ὁ ἄνθρωπος βασανιζόμενος συναποκτεῖναι τὸν ἄνδρα. ἐγὼ δέ φημι ταῦτα μὲν οὐ λέγειν αὐτόν, ὅτι δὲ ἐξαγάγοι[*](ἐζαγάγοι Baiter: ἐζάγει codd. (-οι A corr.).) ἐμὲ καὶ τὸν ἄνδρα ἐκ τοῦ πλοίου, καὶ ὅτι ἤδη τεθνεῶτα αὐτὸν ὑπʼ ἐμοῦ συνανελὼν[*](συνανελὼν Maetzner: συνελὼν N. συνελὼν καὶ om. A. ) καὶ ἐνθεὶς εἰς τὸ πλοῖον καταποντώσειε.
καίτοι σκέψασθε ὅτι πρῶτον μέν, πρὶν ἐπὶ τὸν τροχὸν ἀναβῆναι, ὁ ἀνὴρ μέχρι τῆς ἐσχάτης ἀνάγκης τῇ ἀληθείᾳ ἐχρῆτο καὶ ἀπέλυέ με τῆς αἰτίας· ἐπειδὴ δὲ ἐπὶ τὸν τροχὸν ἀνέβη, τῇ ἀνάγκῃ χρώμενος ἤδη κατεψεύδετό μου, βουλόμενος ἀπηλλάχθαι τῆς βασάνου.
ἐπειδὴ δὲ ἐπαύσατο βασανιζόμενος, οὐκέτι ἔφη με τούτων εἰργάσθαι οὐδέν, ἀλλὰ τὸ τελευταῖον ἀπῴμωξεν ἐμέ τε καὶ αὑτὸν ὡς ἀδίκως ἀπολλυμένους, οὐ χάριτι τῇ ἐμῇ—πῶς γάρ; ὅς γε κατεψεύσατο,—ἀλλʼ ἀναγκαζόμενος ὑπὸ τοῦ ἀληθοῦς καὶ βεβαιῶν τοὺς πρώτους λόγους ὡς ἀληθεῖς εἰρημένους.
ἔπειτα δὲ ὁ ἕτερος ἄνθρωπος, ὁ ἐν τῷ αὐτῷ πλοίω πλέων καὶ παρὼν διὰ τέλους καὶ συνών μοι, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος τοῖς μὲν πρώτοις καὶ τοῖς ὕστερον λόγοις τοῖς τοῦ ἀνθρώπου συνεφέρετο ὡς ἀληθέσιν οὖσι, διὰ τέλους γάρ με ἀπέλυε, τοῖς δʼ ἐπὶ τοῦ τροχοῦ λεγομένοις, οὓς ἐκεῖνος ἀνάγκῃ μᾶλλον ἢ ἀληθείᾳ ἔλεγε, τούτοις δὲ διεφέρετο. ὁ μὲν γὰρ ἐκβάντα μʼ ἔφη ἐκ τοῦ πλοίου ἀποκτεῖναι τὸν ἄνδρα, καὶ αὐτὸς ἤδη τεθνεῶτα συνανελεῖν[*](συνανελεῖν A: συνελεῖν N.) μοι· ὁ δὲ τὸ παράπαν ἔφη οὐκ ἐκβῆναί με ἐκ τοῦ πλοίου.
καίτοι τὸ εἰκὸς σύμμαχόν μοί ἐστιν. οὐ γὰρ δήπου οὕτω κακοδαίμων ἐγώ, ὥστε τὸ μὲν ἀποκτεῖναι τὸν ἄνδρα προὐνοησάμην μόνος, ἵνα μοι μηδεὶς συνειδείη, ἐν ᾧ μοι ὁ πᾶς κίνδυνος ἦν, ἤδη δὲ πεπραγμένου μοι τοῦ ἔργου μάρτυρας καὶ συμβούλους ἐποιούμην.
καὶ ἀπέθανε μὲν ὁ[*](ὁ om. A. ) ἀνὴρ οὑτωσὶ[*](οὑτωσὶ Blass: οὑτοσὶ codd.) ἐγγὺς τῆς θαλάσσης καὶ τῶν πλοίων, ὡς ὁ τούτων λόγος ἐστίν· ὑπὸ δὲ ἑνὸς ἀνδρὸς ἀποθνῄσκων οὔτε ἀνέκραγεν οὔτʼ αἴσθησιν οὐδεμίαν ἐποίησεν οὔτε τοῖς ἐν τῇ γῇ οὔτε τοῖς ἐν τῷ πλοίῳ; καὶ μὴν πολλῷ ἐπὶ[*](ἐπὶ add. Schoemann.) πλέον γε ἀκούειν[*](γε ἀκούειν Schoemann: γεγωνεῖν Cobet: γε ἀγνοεῖν codd.) ἔστι νύκτωρ ἢ μεθʼ ἡμέραν, ἐπʼ ἀκτῆς ἢ κατὰ πόλιν· καὶ μὴν ἔτι ἐγρηγορότων φασὶν ἐκβῆναι τὸν ἄνδρα ἐκ τοῦ πλοίου.
ἔπειτα ἐν τῇ γῇ μὲν ἀποθανόντος, ἐντιθεμένου δὲ εἰς τὸ πλοῖον, οὔτε ἐν τῇ γῇ σημεῖον οὐδὲ αἷμα ἐφάνη οὔτε ἐν τῷ πλοίῳ, νύκτωρ μὲν ἀναιρεθέντος, νύκτωρ δʼ ἐντιθεμένου εἰς τὸ πλοῖον. ἢ δοκεῖ ἂν ὑμῖν ἄνθρωπος δύνασθαι ἐν τοιούτῳ πράγματι ὢν τά τʼ ἐν τῇ γῇ ὄντα ἀναξύσαι καὶ τὰ ἐν τῷ πλοίῳ ἀποσπογγίσαι,[*](ἀποσπογγίσαι A: ἀνασπογγίσαι N.) ἃ οὐδὲ μεθʼ ἡμέραν ἄν[*](ἄν add. Baiter.) τις οἷός τʼ ἐγένετο, ἔνδον ὢν αὑτοῦ καὶ μὴ πεφοβημένος, τὸ παράπαν ἀφανίσαι; ταῦτα, ὧ ἄνδρες, πῶς εἰκότα ἐστίν;
ὅ δὲ δεῖ[*](δεῖ hic add. Thalheim:ὃ δὲ καὶ μάλιστα ἐνθυμεῖσθε N. ὃ δὲ καὶ μάλιστα ἐνθυμεῖσθαι A pr.:δεῖ post μάλιστα add. A corr.2) καὶ μάλιστα ἐνθυμεῖσθαι,—καὶ μή μοι ἄχθεσθε, ἂν ὑμᾶς πολλάκις ταὐτὰ[*](ταὐτὰ Reiske: ταῦτα codd.) διδάξω. μέγας γὰρ ὁ κίνδυνός ἐστι, καθʼ ὅ τι δʼ ἂν ὑμεῖς ὀρθῶς γνῶτε, κατὰ τοῦτο σῴζομαι, καθʼ ὅ τι δʼ ἂν ψευσθῆτε τἀληθοῦς, κατὰ τοῦτο ἀπόλλυμαι—μὴ οὖν ἐξέληται[*](ἐξέληται A corr.2: ἐξελεῖται A pr. N.) τοῦτο ὑμῶν μηδείς, ὅτι τὸν μηνυτὴν ἀπέκτειναν, καὶ διετείναντο αὐτὸν μὴ εἰσελθεῖν εἰς ὑμᾶς, μηδʼ ἐμοὶ ἐγγενέσθαι παρόντι ἄξαι τὸν ἄνδρα καὶ βασανίσαι αὐτόν.
καίτοι πρὸς τούτων ἦν τοῦτο. νῦν δὲ πριάμενοι τὸν ἄνδρα, ἰδίᾳ ἐπὶ σφῶν αὐτῶν ἀπέκτειναν, τὸν μηνυτήν, οὔτε τῆς πόλεως ψηφισαμένης, οὔτε αὐτόχειρα ὄντα τοῦ ἀνδρός. ὃν ἐχρῆν δεδεμένον αὐτοὺς φυλάσσειν, ἢ τοῖς φίλοις τοῖς ἐμοῖς ἐξεγγυῆσαι, ἢ τοῖς ἄρχουσι τοῖς ὑμετέροις παραδοῦναι, καὶ ψῆφον περὶ αὐτοῦ γενέσθαι. νῦν δὲ αὐτοὶ καταγνόντες τὸν θάνατον τοῦ ἀνδρὸς ἀπεκτείνατε· ὃ οὐδὲ πόλει ἔξεστιν, ἄνευ Ἀθηναίων οὐδένα θανάτῳ ζημιῶσαι. καὶ τῶν μὲν ἄλλων λόγων τῶν ἐκείνου τουτουσὶ κριτὰς ἠξιώσατε γενέσθαι, τῶν δὲ ἔργων αὐτοὶ δικασταὶ γίγνεσθε.
καίτοι οὐδὲ οἱ τοὺς δεσπότας ἀποκτείναντες, ἐὰν ἐπʼ αὐτοφώρῳ ληφθῶσιν, οὐδʼ οὗτοι ἀποθνῄσκουσιν ὑπʼ αὐτῶν τῶν προσηκόντων, ἀλλὰ παραδιδόασιν αὐτοὺς τῇ ἀρχῇ κατὰ νόμους ὑμετέρους πατρίους. εἴπερ γὰρ καὶ μαρτυρεῖν ἔξεστι δούλῳ κατὰ τοῦ ἐλευθέρου τὸν φόνον, καὶ τῷ δεσπότῃ, ἂν δοκῇ, ἐπεξελθεῖν ὑπὲρ τοῦ δούλου, καὶ ἡ ψῆφος ἴσον δύναται τῷ δοῦλον ἀποκτείναντι καὶ τῷ[*](τῷ Reiske: τὸν codd.) ἐλεύθερον, εἰκός τοι καὶ ψῆφον γενέσθαι περὶ αὐτοῦ ἦν, καὶ μὴ ἄκριτον ἀποθανεῖν αὐτὸν ὑφʼ ὑμῶν. ὥστε πολλῷ ἂν ὑμεῖς δικαιότερον κρίνοισθε[*](κρίνοισθε vulg.: κρίνεσθε AN.) ἢ ἐγὼ νῦν φεύγω ὑφʼ ὑμῶν ἀδίκως.