The Second Tetralogy

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

ὥστε τὸν μὲν βαλόντα καὶ ἀποκτείναντα οὔτε τρῶσαι οὔτε ἀποκτεῖναί φησι, τὸν δὲ οὔτε ψαύσαντα τοῦ ἀκοντίου οὔτε ἐπινοήσαντα ἀκοντίσαι, ἁπάσης μὲν γῆς ἁμαρτόντα, πάντων δὲ σωμάτων, διὰ τῶν ἑαυτοῦ πλευρῶν διαπῆξαι τὸ ἀκόντιον λέγει. ἐγὼ δὲ ἑκουσίως κατηγορῶν ἀποκτεῖναι αὐτὸν πιστότερος ἄν μοι δοκῶ εἶναι ἢ οὗτος, ὃς[*](ὃς add. Ald.) μήτε βαλεῖν μήτε ἀποκτεῖναί φησι τὸ μειράκιον.

ὁ μὲν γὰρ ἐν τούτῳ τῷ καιρῷ κελευόμενος[*](κελευόμενος scripsi: καλούμενος codd. exδ. 4. verbaὃς ὑπεδέχετο κτλ. potius corrupta esse plerique arbitrantur. sicὡς ὑποδέχοιτο Blass, ᾧ ὑπεδέχετο Thalheim. ἀναιρεῖσθαι secl. Franke.) ὑπὸ τοῦ παιδοτρίβου, ὃς ὑπεδέχετο τοῖς ἀκοντίζουσι τὰ ἀκόντια, ἀναιρεῖσθαι, διὰ τὴν τοῦ βαλόντος ἀκολασίαν πολεμίῳ τῷ τούτου βέλει περιπεσών, οὐδὲν οὐδʼ εἰς ἕνʼ[*](ἕνʼ Franke: ἓν codd.) ἁμαρτών, ἀθλίως ἀπέθανεν· ὁ δὲ περὶ τὸν τῆς ἀναιρέσεως καιρὸν πλημμελήσας, οὐ τοῦ σκοποῦ τυχεῖν ἐκωλύθη, ἀλλʼ ἄθλιον καὶ πικρὸν σκοπὸν ἐμοὶ ἀκοντίσας, ἑκὼν μὲν οὐκ ἀπέκτεινεν, μᾶλλον δὲ ἑκὼν ἢ οὔτʼ ἔβαλεν οὔτʼ ἀπέκτεινεν.

ἀκουσίως δὲ οὐχ ἧσσον ἢ ἑκουσίως ἀποκτείναντες[*](ἀποκτείναντες Blass: -αντος A pr. N:ἀπέκτεινε Α corr. 2) μου τὸν παῖδα, τὸ παράπαν δʼ ἀρνούμενοι[*](ἀρνούμενοι Blass: ἀρνουμένου A pr. N:-μενος Α corr.2) μὴ ἀποκτεῖναι αὐτόν, οὐδʼ ὑπὸ τοῦ νόμου καταλαμβάνεσθαί φασιν,[*](φασιν Blass: φησιν codd.) ὃς ἀπαγορεύει μήτε δικαίως μήτε ἀδίκως ἀποκτείνειν. ἀλλὰ τίς ὁ βαλών; εἰς τίνʼ ὁ φόνος ἀνήκει;[*](τίς ὁ βαλών; ἐς τίνʼ ὁ φόνος ἀνήκει Bekker: τίς ὁ βάλλων ἐστίν; ὁ φόνος ὃ ἀνήκει codd.: βαλὼν Α corr.2) εἰς τοὺς θεωμένους ἢ εἰς τοὺς παιδαγωγοὺς, ὧν οὐδεὶς οὐδὲν κατηγορεῖ; οὐ γὰρ ἀφανὴς ἀλλὰ καὶ λίαν φανερὸς ἔμοιγε αὐτοῦ ὁ θάνατός ἐστιν. ἐγὼ δὲ τὸν νόμον ὀρθῶς ἀγορεύειν φημὶ τοὺς ἀποκτείναντας κολάζεσθαι· ὅ τε γὰρ ἄκων ἀποκτείνας ἀκουσίοις κακοῖς περιπεσεῖν δίκαιός ἐστιν, ὅ τε διαφθαρεὶς οὐδὲν ἧσσον ἀκουσίως ἢ ἑκουσίως βλαφθεὶς ἀδικοῖτʼ ἂν ἀτιμώρητος γενόμενος.

οὐ δίκαιος δὲ ἀποφυγεῖν ἐστι διὰ τὴν ἀτυχίαν τῆς ἁμαρτίας. εἰ μὲν γὰρ ὑπὸ μηδεμιᾶς ἐπιμελείας τοῦ θεοῦ ἡ ἀτυχία γίγνεται, ἁμάρτημα οὖσα τῷ ἁμαρτόντι συμφορὰ δικαία γενέσθαι ἐστίν· εἰ δὲ αὖ θεία[*](εἰ δὲ αὖ θεία Jernstedt: ἡ δὲ ἀλήθεια A pr. N:ἡ δὲ θεία Α corr.2) κηλὶς τῷ δράσαντι προσπίπτει ἀσεβοῦντι, οὐ δίκαιον τὰς θείας προσβολὰς διακωλύειν γίγνεσθαι.

ἔλεξαν δὲ καὶ ὡς οὐ πρέπει χρηστὰ ἐπιτηδεύοντας αὐτοὺς κακῶν ἀξιοῦσθαι· ἡμεῖς δὲ πῶς ἂν πρέποντα πάσχοιμεν, εἰ μηδὲν ὑποδεέστερα τούτων μελετῶντες θανάτῳ ζημιούμεθα;

φάσκων δὲ ἀναμάρτητος εἶναι, καὶ ἀξιῶν τὰς συμφορὰς τῶν ἁμαρτόντων εἶναι καὶ μὴ εἰς τοὺς ἀναμαρτήτους ἐκτρέπεσθαι, ὑπὲρ ἡμῶν λέγει. ὅ τε γὰρ παῖς μου εἰς οὐδένα οὐδὲν ἁμαρτών, ὑπὸ τούτου τοῦ μειρακίου ἀποθανών, ἀδικοῖτʼ ἂν ἀτιμώρητος γενόμενος· ἐγώ τε τοῦδε μᾶλλον ἀναμάρτητος ὢν δεινὰ πείσομαι, ἃ ὁ νόμος ἀποδίδωσί μοι μὴ τυχὼν παρʼ ὑμῶν.

ὡς δὲ οὐδὲ τῆς ἁμαρτίας οὐδὲ τοῦ[*](οὐδὲ τοῦ Sauppe: τοῦδε τοῦ A pr. N:τοῦδε τῶ Α corr.2) ἀκουσίως ἀποκτεῖναι, ἐξ ὧν αὐτοὶ λέγουσιν, ἀπολύεται, ἀλλὰ κοινὰ ἀμφότερα ταῦτα ἀμφοῖν αὐτοῖν ἐστι, δηλώσω. εἴπερ ὁ παῖς διὰ τὸ ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθεῖν καὶ μὴ ἀτρέμας ἑστάναι φονεὺς αὐτὸς αὑτοῦ δίκαιος εἶναί ἐστιν, οὐδὲ τὸ μειράκιον καθαρὸν τῆς αἰτίας ἐστίν, ἀλλʼ εἴπερ τούτου μὴ ἀκοντίζοντος ἀλλʼ ἀτρέμα ἑστῶτος ἀπέθανεν ὁ παῖς. ἐξ ἀμφοῖν δὲ τοῦ φόνου γενομένου, ὁ μὲν παῖς εἰς αὑτὸν ἁμαρτὼν μᾶλλον ἢ κατὰ τὴν ἁμαρτίαν ἑαυτὸν τετιμώρηται, τέθνηκε γάρ, ὁ δὲ συλλήπτωρ καὶ κοινωνὸς εἰς τοὺς οὐ προσήκοντας τῆς ἁμαρτίας γενόμενος πῶς δίκαιος ἀζήμιος ἀποφυγεῖν ἐστιν;