Against the Stepmother for Poisoning

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

ἡ οὖν παλλακὴ τοῦ Φιλόνεω ἠκολούθει τῆς θυσίας ἕνεκεν. καὶ ἐπειδὴ ἦσαν ἐν τῷ Πειραιεῖ, οἷον εἰκός, ἔθυεν.[*](ἔθυεν Orelli: ἔθυον codd.) καὶ ἐπειδὴ αὐτῷ ἐτέθυτο τὰ ἱερά, ἐντεῦθεν ἐβουλεύετο ἡ ἄνθρωπος ὅπως ἂν αὐτοῖς τὸ φάρμακον δοίη, πότερα πρὸ δείπνου ἢ ἀπὸ δείπνου. ἔδοξεν οὖν αὐτῇ βουλευομένῃ βέλτιον εἶναι μετὰ δεῖπνον δοῦναι, τῆς Κλυταιμνήστρας ταύτης[*](τῆς Κλυταιμνήστρας ταύτης ταῖς ὑποθήκαις Gernet: alii alia.τῆς Κλ. τῆς τούτου μητρὸς ὑποθήκαις Ν: τῆς Κλ. τοῖς τούτου μητρὸς ὑποθ. Α: ταῖς Κλ. τ͂ς κτλ. Α corr.2) [τῆς τούτου μητρὸς] ταῖς ὑποθήκαις ἅμα διακονοῦσαν.