Against the Stepmother for Poisoning

Antiphon

Antiphon. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

εἰ γὰρ τούτων ἐθελόντων διδόναι εἰς βάσανον ἐγὼ μὴ ἐδεξάμην, τούτοις ἂν ἦν ταῦτα τεκμήρια. τὸ αὐτὸ οὖν τοῦτο καὶ ἐμοὶ γενέσθω, εἴπερ ἐμοῦ θέλοντος ἔλεγχον λαβεῖν τοῦ πράγματος αὐτοὶ μὴ ἠθέλησαν δοῦναι. δεινὸν δʼ ἔμοιγε δοκεῖ εἶναι, εἰ ὑμᾶς μὲν ζητοῦσιν αἰτεῖσθαι ὅπως αὐτῶν μὴ καταψηφίσησθε, αὐτοὶ δὲ σφίσιν αὐτοῖς οὐκ ἠξίωσαν δικασταὶ γενέσθαι δόντες βασανίσαι τὰ αὑτῶν ἀνδράποδα.