Against Alcibiades

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

οὐκ ἐν τῷ παρόντι μόνον γιγνώσκω τῶν πολιτικῶν πραγμάτων ὡς σφαλερόν ἐστιν ἅπτεσθαι, ἀλλὰ καὶ πρότερον χαλεπὸν ἡγούμην, πρὶν τῶν κοινῶν ἐπιμελεῖσθαί τινος. πολίτου δὲ ἀγαθοῦ νομίζω[*](νομίζω om. Q.) προκινδυνεύειν ἐθέλειν τοῦ πλήθους, καὶ μὴ καταδείσαντα τὰς ἔχθρας τὰς ἰδίας ὑπὲρ τῶν δημοσίων ἔχειν ἡσυχίαν· διὰ μὲν γὰρ τοὺς τῶν ἰδίων ἐπιμελουμένους οὐδὲν αἱ πόλεις μείζους καθίστανται, διὰ δὲ τοὺς τῶν κοινῶν μεγάλαι καὶ ἐλεύθεραι γίγνονται.

ὧν τῶν ἀγαθῶν[*](τῶν ἀγαθῶν del. Valckenaer.) εἷς ἐγὼ βουληθεὶς ἐξετάζεσθαι μεγίστοις περιπέπτωκα[*](περιπέπτωκα A: περιπίπτω Q.) κινδύνοις, προθύμων μὲν καὶ ἀγαθῶν ἀνδρῶν ὑμῶν τυγχάνων, διʼ ὅπερ σῴζομαι, πλείστοις δὲ καὶ δεινοτάτοις ἐχθροῖς χρώμενος, ὑφʼ ὧν διαβάλλομαι. ὁ μὲν οὖν ἀγὼν ὁ παρὼν οὐ στεφανηφόρος, ἀλλʼ εἰ χρὴ μηδὲν ἀδικήσαντα τὴν πόλιν δέκα ἔτη φεύγειν· οἱ δʼ ἀνταγωνιζόμενοι περὶ τῶν ἄθλων τούτων ἐσμὲν ἐγὼ καὶ Ἀλκιβιάδης καὶ Νικίας, ὧν ἀναγκαῖον ἕνα τῇ συμφορᾷ περιπεσεῖν.