On His Return

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

ὁρᾶν δὲ χρή, ὦ Ἀθηναῖοι, ὅσῳ τὰ τοιαῦτα τῶν ὑπουργημάτων διαφέρει. τοῦτο μὲν γὰρ ὅσοι τῶν πολιτῶν τὰ ὑμέτερα πράγματα διαχειρίζοντες ἀργύριον ὑμῖν ἐκπορίζουσιν, ἄλλο τι ἢ τὰ ὑμέτερα ὑμῖν διδόασι; τοῦτο δὲ ὅσοι στρατηγοὶ γενόμενοι καλόν τι τὴν πόλιν κατεργάζονται, τί ἄλλο ἢ μετὰ τῆς τῶν ὑμετέρων σωμάτων ταλαιπωρίας τε καὶ κινδύνων, καὶ ἔτι τῶν κοινῶν χρημάτων δαπάνης, ποιοῦσιν ὑμᾶς εἴ τι τυγχάνουσιν ἀγαθόν; ἐν ᾧ καὶ ἄν τι ἐξαμάρτωσιν, οὐκ αὐτοὶ τῆς σφετέρας αὐτῶν ἁμαρτίας δίκην διδόασιν, ἀλλʼ ὑμεῖς ὑπὲρ τῶν ἐκείνοις ἡμαρτημένων.

ἀλλʼ ὅμως οὗτοι στεφανοῦνταί γε ὑφʼ ὑμῶν καὶ ἀνακηρύττονται ὡς ὄντες ἄνδρες ἀγαθοί. καὶ οὐκ ἐρῶ ὡς οὐ δικαίως· μεγάλη γὰρ ἐστιν ἀρετή, ὅστις τὴν ἑαυτοῦ πόλιν ὁτῳοῦν δύναται τρόπῳ ἀγαθόν τι ἐργάζεσθαι. ἀλλʼ οὖν γιγνώσκειν γε χρὴ ὅτι ἐκεῖνος ἂν εἴη πολὺ πλείστου ἄξιος ἀνήρ, ὅστις τοῖς ἑαυτοῦ παρακινδυνεύων χρήμασί τε καὶ σώματι τολμῴη ἀγαθόν τι ποιεῖν τοὺς ἑαυτοῦ πολίτας.

ἐμοὶ τοίνυν τὰ μὲν ἤδη εἰς ὑμᾶς πεπραγμένα σχεδόν τι ἅπαντες ἂν εἰδεῖτε, τὰ δὲ μέλλοντά τε καὶ ἤδη πραττόμενα ἄνδρες ὑμῶν πεντακόσιοι ἐν ἀπορρήτῳ ἴσασιν ἡ βουλή[*](ἡ βουλή del. Valckenaer.). οὓς πολλῷ δήπου εἰκὸς[*](εἰκὸς Ald.: εἰς codd.) ἧττον ἄν τι ἐξαμαρτεῖν, ἢ εἰ ὑμᾶς δέοι ἀκούσαντάς τι ἐν τῷ παραχρῆμα νῦν διαβουλεύσασθαι. οἱ μέν γε σχολῇ περὶ τῶν εἰσαγγελλομένων σκοποῦνται, ὑπάρχει τε αὐτοῖς, ἐάν τι ἐξαμαρτάνωσιν, αἰτίαν ἔχειν καὶ λόγον αἰσχρὸν ἐκ τῶν ἄλλων πολιτῶν· ὑμῖν δὲ οὐκ εἰσὶν ἕτεροι ὑφʼ ὧν αἰτίαν ἂν[*](ἂν add. Dobree. Ante αἰτίαν Lipsius.) ἔχοιτε·

τὰ γὰρ ὑμέτερα αὐτῶν ἐφʼ ὑμῖν δικαίως ἐστὶ καὶ εὖ καὶ κακῶς, ἐὰν βούλησθε, διαθέσθαι. ἅ γε μέντοι ἔξω τῶν ἀπορρήτων οἷόν τέ[*](οἷόν τέ Stephanus: οἷόν γέ codd.) μοί ἐστιν εἰπεῖν εἰς ὑμᾶς ἤδη πεπραγμένα, ἀκούσεσθε. ἐπίστασθε γὰρ που ὡς ἠγγέλθη ὑμῖν[*](ὑμῖν Valckenaer: ἡμῖν codd.) ὅτι οὐ μέλλει ἐκ Κύπρου σῖτος ἥξειν ἐνταῦθα· ἐγὼ τοίνυν τοιοῦτός τε καὶ τοσοῦτος ἐγενόμην, ὥστε τοὺς ἄνδρας τοὺς ταῦτα βουλεύσαντας ἐφʼ ὑμῖν καὶ πράξαντας ψευσθῆναι τῆς αὑτῶν[*](αὑτῶν Baiter et Sauppe: αὐτῶν codd.) γνώμης.