On the Mysteries

Andocides

Andocides. Minor Attic Orators, Vol. 1. Maidment, K. J., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1941.

διὰ ταῦτα εἶπον τῇ βουλῇ ὅτι εἰδείην τοὺς ποιήσαντας, καὶ ἐξήλεγξα τὰ γενόμενα, ὅτι εἰσηγήσατο μὲν πινόντων ἡμῶν ταύτην τὴν βουλὴν γενέσθαι[*](γενέσθαι delevit Bekker.) Εὐφίλητος, ἀντεῖπον δὲ ἐγώ, καὶ τότε μὲν οὐ γένοιτο διʼ ἐμέ, ὕστερον δʼ ἐγὼ μὲν Κυνοσάργει ἐπὶ πωλίον ὅ μοι ἦν ἀναβὰς ἔπεσον καὶ τὴν κλεῖν συνετρίβην καὶ τὴν κεφαλὴν κατεάγην, φερόμενός τε ἐπὶ κλίνης ἀπεκομίσθην οἴκαδε·

αἰσθόμενος δʼ Εὐφίλητος ὡς ἔχοιμι, λέγει πρὸς αὐτοὺς ὅτι πέπεισμαι ταῦτα συμποιεῖν καὶ ὡμολόγηκα αὐτῷ[*](αὐτῷ A corr.: αὐτῶν A pr.) μεθέξειν τοῦ ἔργου καὶ τὸν Ἑρμῆν τὸν παρὰ τὸ Φορβαντεῖον. ταῦτα δʼ ἔλεγεν ἐξαπατῶν ἐκείνους· καὶ διὰ ταῦτα ὁ Ἑρμῆς ὃν ὁρᾶτε πάντες, ὁ παρὰ τὴν πατρῴαν οἰκίαν τὴν ἡμετέραν, ὃν ἡ Αἰγῂς ἀνέθηκεν, οὐ περιεκόπη μόνος τῶν Ἑρμῶν τῶν Ἀθήνησιν, ὡς ἐμοῦ τοῦτο ποιήσοντος,[*](ποιήσοντος Valckenaer: ποιήσαντος codd.) ὡς ἔφη πρὸς αὐτοὺς Εὐφίλητος.

οἱ δʼ αἰσθόμενοι δεινὰ ἐποίουν, ὅτι εἰδείην μὲν τὸ πρᾶγμα, πεποιηκὼς δὲ οὐκ εἴην. προσελθόντες δέ μοι τῇ ὑστεραίᾳ Μέλητος καὶ Εὐφίλητος ἔλεγον ὅτι γεγένηται, ὦ Ἀνδοκίδη, καὶ πέπρακται ἡμῖν ταῦτα. σὺ μέντοι εἰ μὲν ἀξιοῖς ἡσυχίαν ἔχειν καὶ σιωπᾶν, ἕξεις ἡμᾶς ἐπιτηδείους ὥσπερ καὶ πρότερον· εἰ δὲ μή, χαλεπώτεροί σοι ἡμεῖς ἐχθροὶ ἐσόμεθα ἢ ἄλλοι τινὲς διʼ ἡμᾶς φίλοι.

εἶπον αὐτοῖς ὅτι νομίζοιμι μὲν διὰ τὸ πρᾶγμα Εὐφίλητον πονηρὸν εἶναι, ἐκείνοις δὲ οὐκ ἐμὲ δεινὸν εἶναι, ὅτι οἶδα, ἀλλὰ μᾶλλον αὐτὸ τὸ ἔργον πολλῷ, ὅτι πεποίηται.

ὡς οὖν ἦν ταῦτʼ ἀληθῆ, τόν τε παῖδα τὸν ἐμὸν παρέδωκα βασανίσαι, ὅτι ἔκαμνον καὶ οὐδʼ ἀνιστάμην ἐκ τῆς κλίνης, καὶ τὰς θεραπαίνας ἔλαβον οἱ πρυτάνεις, ὅθεν ὁρμώμενοι ταῦτʼ ἐποίουν ἐκεῖνοι.

ἐξελέγχοντες δὲ τὸ πρᾶγμα ἥ τε βουλὴ καὶ οἱ ζητηταί, ἐπειδὴ ἦν ᾗ ἐγὼ ἔλεγον καὶ ὡμολογεῖτο πανταχόθεν, τότε δὴ καλοῦσι τὸν Διοκλείδην· καὶ οὐ πολλῶν λόγων ἐδέησεν, ἀλλʼ εὐθὺς ὡμολόγει ψεύδεσθαι, καὶ ἐδεῖτο σῴζεσθαι φράσας τοὺς πείσαντας αὐτὸν λέγειν ταῦτα· εἶναι δὲ Ἀλκιβιάδην τὸν Φηγούσιον καὶ Ἀμίαντον τὸν ἐξ Αἰγίνης.

καὶ οὗτοι μὲν δείσαντες ᾤχοντο φεύγοντες· ὑμεῖς δὲ ἀκούσαντες ταῦτα Διοκλείδην μὲν τῷ δικαστηρίῳ παραδόντες ἀπεκτείνατε, τοὺς δὲ δεδεμένους καὶ μέλλοντας ἀπολεῖσθαι ἐλύσατε, τοὺς ἐμοὺς συγγενεῖς, διʼ ἐμέ, καὶ τοὺς φεύγοντας κατεδέξασθε, αὐτοὶ δὲ λαβόντες τὰ ὅπλα ἀπῇτε,[*](ἀπῇτε Weidner: ἀπίητε codd.) πολλῶν κακῶν καὶ κινδύνων ἀπαλλαγέντες.

ἐν οἷς ἐγώ, ὦ ἄνδρες, τῆς μὲν τύχης ᾗ ἐχρησάμην δικαίως ἂν ὑπὸ πάντων ἐλεηθείην, τῶν δὲ γενομένων ἕνεκα εἰκότως ἂν[*](ἂν add. Reiske.) ἀνὴρ ἄριστος δοκοίην εἶναι, ὅστις εἰσηγησαμένῳ μὲν Εὐφιλήτῳ πίστιν τῶν ἐν ἀνθρώποις ἀπιστοτάτην ἠναντιώθην καὶ ἀντεῖπον καὶ ἐλοιδόρησα ἐκεῖνον[*](ἐκεῖνον Naber: ἐκείνῳ codd.: secl. Weidner) ὧν ἦν ἄξιος, ἁμαρτόντων δʼ ἐκείνων τὴν ἁμαρτίαν αὐτοῖς συνέκρυψα, καὶ μηνύσαντος κατʼ αὐτῶν Τεύκρου οἱ μὲν αὐτῶν ἀπέθανον οἱ δʼ ἔφυγον, πρὶν ἡμᾶς ὑπὸ Διοκλείδου δεθῆναι καὶ μέλλειν ἀπολεῖσθαι. τότε δὲ ἀπέγραψα τέτταρας ἄνδρας, Παναίτιον, Διάκριτον, Λυσίστρατον, Χαιρέδημον·

οὗτοι μὲν ἔφυγον διʼ ἐμέ, ὁμολογῶ· ἐσώθη δέ γε ὁ πατήρ, ὁ κηδεστής, ἀνεψιοὶ τρεῖς, τῶν ἄλλων συγγενῶν ἑπτά, μέλλοντες ἀποθανεῖσθαι ἀδίκως· οἳ νῦν ὁρῶσι τοῦ ἡλίου τὸ φῶς διʼ ἐμέ, καὶ αὐτοὶ ὁμολογοῦσιν· ὁ δὲ τὴν πόλιν ὅλην συνταράξας καὶ εἰς τοὺς ἐσχάτους κινδύνους καταστήσας ἐξηλέγχθη, ὑμεῖς δὲ ἀπηλλάγητε μεγάλων φόβων καὶ τῶν εἰς ἀλλήλους ὑποψιῶν.

καὶ ταῦτʼ εἰ ἀληθῆ λέγω, ὦ ἄνδρες, ἀναμιμνῄσκεσθε, καὶ οἱ εἰδότες[*](εἰδότες Reiske: ἰδόντες codd.) διδάσκετε τοὺς ἄλλους. σὺ δέ μοι αὐτοὺς κάλει τοὺς λυθέντας διʼ ἐμέ· ἄριστα γὰρ ἂν εἰδότες τὰ γενόμενα λέγοιεν εἰς τούτους. οὑτωσὶ δὲ ἔχει, ὦ ἄνδρες· μέχρι τούτου ἀναβήσονται καὶ λέξουσιν ὑμῖν, ἕως ἂν ἀκροᾶσθαι βούλησθε, ἔπειτα δʼ ἐγὼ περὶ τῶν ἄλλων ἀπολογήσομαι.

Μάρτυρες[*](Μάρτυρες add. Reiske.)

περὶ μὲν οὖν τῶν τότε γενομένων ἀκηκόατε πάντα καὶ ἀπολελόγηταί μοι ἱκανῶς, ὥς γʼ ἐμαυτὸν πείθω· εἰ δέ τίς τι ὑμῶν ποθεῖ ἢ νομίζει τι μὴ ἱκανῶς εἰρῆσθαι ἢ παραλέλοιπά τι, ἀναστὰς ὑπομνησάτω, καὶ ἀπολογήσομαι καὶ πρὸς τοῦτο· περὶ δὲ τῶν νόμων ἤδη ὑμᾶς διδάξω.